HOMER'S EPIGRAMS
{| align="center"
|-
|
XII
Κλῦθί μευ εὐχομένου, Κουροτρόφε, δὸς δὲ γυναῖκα
τήνδε νέων μὲν ἀναίνεσθαι φιλότητα καὶ εὐνήν·
ἣ δ’ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν,
ὧν ὥρη μὲν ἀπήμβλυνται, θυμὸς δὲ μενοινᾷ.
XIII
Ἀνδρὸς μὲν στέφανος παῖδες, πύργοι δὲ πόληος,
ἵπποι δ’ αὖ πεδίου κόσμος, νῆες δὲ θαλάσσης,
χρήματα δ’ αὔξει οἶκον, ἀτὰρ γεραροὶ βασιλῆες
ἥμενοι εἰν ἀγορῇ κόσμος λαοῖσιν[1] ὁρᾶσθαι·
αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι 5
ἤματι χειμερίῳ, ὁπότ’ ἂν νίφῃσι Κρονίων.
XIV
Εἰ μὲν δώσετε μισθὸν ἀείσω, ὦ κεραμῆες.
δεῦρ, ἄγ, Ἀθηναίη καὶ ὑπέρσχεθε χεῖρα καμίνου.
εὖ δὲ περανθεῖεν[2] κότυλοι καὶ πάντα κάναστρα
φρυχθῆναί τε καλῶς καὶ τιμῆς ὦνον ἀρέσθαι,
πολλὰ μὲν εἰν ἀγορῇ πωλεύμενα, πολλὰ δ’ ἀγυιαῖς, 5
πολλὰ δὲ κερδῆναι, ἡμῖν δὲ δή, ὥς σφιν ἀεῖσαι.
ἢν δ’ ἐπ’ ἀναιδείην τρεφθέντες ψεύδε’ ἄρησθε,
συγκαλέω δὴ ἔπειτα καμίνων δηλητῆρας,
Σύντριβ’ ὁμῶς Σμάραγόν τε καὶ Ἄσβετον ἠδὲ Σαβάκτην
Ὠμόδαμόν τ, ὃς τῇδε τέχνῃ κακὰ πολλὰ πορίζοι· 10
πέρθε πυραίθουσαν καὶ δώματα, σὺν δὲ κάμινος
πᾶσα κυκηθείη κεραμέων μέγα κωκυσάντων.
ὡς γνάθος ἱππείη βρύκει, βρύκοι δὲ κάμινος,
|}
472