THE HOMERIC HYMNS
παρθένον αἰδοίην, ἐρυσίπτολιν, ἀλκήεσσαν, Τριτογενῆ, τὴν αὐτὸς ἐγείνατο μητίετα Ζεὺς σεμνῆς ἐκ κεφαλῆς, πολεμήια τεύχε᾽ ἔχουσαν, 5 χρύσεα, παμφανόωντα· σέβας δ᾽ ἔχε πάντας ὁρῶντας ἀθανάτους· ἣ δὲ πρόσθεν Διὸς αἰγιόχοιο ἐσσυμένως ὤρουσεν ἀπ᾽ ἀθανάτοιο καρήνου, σείσασ᾽ ὀξὺν ἄκοντα· μέγας δ᾽ ἐλελίζετ᾽ Ὄλυμπος δεινὸν ὑπὸ βρίμης γλαυκώπιδος· ἀμφὶ δὲ γαῖα 10 σμερδαλέον ἰάχησεν· ἐκινήθη δ᾽ ἄρα πόντος, κύμασι πορφυρέοισι κυκώμενος· ἔκχυτο[1] δ᾽ ἅλμη ἐξαπίνης· στῆσεν δ᾽ Ὑπερίονος ἀγλαὸς υἱὸς ἵππους ὠκύποδας δηρὸν χρόνον, εἰσότε κούρη εἵλετ᾽ ἀπ᾽ ἀθανάτων ὤμων θεοείκελα τεύχη 15 Παλλὰς Ἀθηναίη· γήθησε δὲ μητίετα Ζεύς. Καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς τέκος αἰγιόχοιο· αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.
XXIX ΕΙΣ ΕΣΤΙΑΝ
Ἑστίη, ἣ πάντων ἐν δώμασιν ὑψηλοῖσιν ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ᾽ ἀνθρώπων ἕδρην ἀίδιον ἔλαχες, πρεσβηίδα τιμήν, καλὸν ἔχουσα γέρας καὶ τίμιον· οὐ γὰρ ἄτερ σοῦ εἰλαπίναι θνητοῖσιν, ἵν᾽ οὐ πρώτῃ πυμάτῃ τε 5 Ἑστίῃ ἀρχόμενος σπένδει μελιηδέα οἶνον· καὶ σύ μοι, Ἀργειφόντα, Διὸς καὶ Μαιάδος υἱέ, ἄγγελε τῶν μακάρων, χρυσόρραπι, δῶτορ ἐάων, ἵλαος ὢν ἐπάρηγε σὺν αἰδοίῃ τε φίλῃ τε. 10
454