THE HOMERIC HYMNS
εὖτε κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην· λάνθανε δ᾽ ἀθανάτους τε θεοὺς θνητούς τ᾽ ἀνθρώπους. Καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος υἱέ· 10 σεῦ δ᾽ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον. [χαῖρ᾽, Ἑρμῆ χαριδῶτα, διάκτορε, δῶτορ ἐάων.[1]]
XIX ΕΙΣ ΠΑΝΑ
Ἀμφί μοι Ἑρμείαο φίλον γόνον ἔννεπε, Μοῦσα, αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ὅστ᾽ ἀνὰ πίση δενδρήεντ᾽ ἄμυδις φοιτᾷ χορογηθέσι νύμφαις, αἵ τε κατ᾽ αἰγίλιπος πέτρης στείβουσι κάρηνα Πᾶν᾽ ἀνακεκλόμεναι, νόμιον θεόν, ἀγλαέθειρον, 5 αὐχμήενθ᾽, ὃς πάντα λόφον νιφόεντα λέλογχε καὶ κορυφὰς ὀρέων καὶ πετρήεντα κάρηνα. φοιτᾷ δ᾽ ἔνθα καὶ ἔνθα διὰ ῥωπήια πυκνά, ἄλλοτε μὲν ῥείθροισιν ἐφελκόμενος μαλακοῖσιν, ἄλλοτε δ᾽ αὖ πέτρῃσιν ἐν ἠλιβάτοισι διοιχνεῖ, 10 ἀκροτάτην κορυφὴν μηλοσκόπον εἰσαναβαίνων. πολλάκι δ᾽ ἀργινόεντα διέδραμεν οὔρεα μακρά, πολλάκι δ᾽ ἐν κνημοῖσι διήλασε θῆρας ἐναίρων, ὀξέα δερκόμενος· τότε δ᾽ ἕσπερος ἔκλαγεν οἶον ἄγρης ἐξανιών, δονάκων ὕπο μοῦσαν ἀθύρων 15 νήδυμον· οὐκ ἂν τόν γε παραδράμοι ἐν μελέεσσιν ὄρνις, ἥτ᾽ ἔαρος πολυανθέος ἐν πετάλοισι θρῆνον ἐπιπροχέουσ᾽ ἀχέει[2] μελίγηρυν ἀοιδήν. σὺν δέ σφιν τότε Νύμφαι ὀρεστιάδες λιγύμολποι
442