THE HOMERIC HYMNS
ἀλλ᾽ ἄγετ᾽, αὐτὸν ἀφῶμεν ἐπ᾽ ἠπείροιο μελαίνης αὐτίκα· μηδ᾽ ἐπὶ χεῖρας ἰάλλετε, μή τι χολωθεὶς ὄρσῃ ἔπ᾽ ἀργαλέους τ᾽ ἀνέμους καὶ λαίλαπα πολλήν. Ὣς φάτο· τὸν δ᾽ ἀρχὸς στυγερῷ ἠνίπαπε μύθῳ· 25 δαιμόνι᾽, οὖρον ὅρα, ἅμα δ᾽ ἱστίον ἕλκεο νηὸς σύμπανθ᾽ ὅπλα λαβών· ὅδε δ᾽ αὖτ᾽ ἄνδρεσσι μελήσει. ἔλπομαι, ἢ Αἴγυπτον ἀφίξεται ἢ ὅ γε Κύπρον ἢ ἐς Ὑπερβορέους ἢ ἑκαστέρω· ἐς δὲ τελευτὴν ἔκ ποτ᾽ ἐρεῖ αὐτοῦ τε φίλους καὶ κτήματα πάντα 30 οὕς τε κασιγνήτους, ἐπεὶ ἡμῖν ἔμβαλε δαίμων. Ὣς εἰπὼν ἱστόν τε καὶ ἱστίον ἕλκετο νηός. ἔμπνευσεν δ᾽ ἄνεμος μέσον ἱστίον· ἀμφὶ δ᾽ ἄρ᾽ ὅπλα καττάνυσαν· τάχα δέ σφιν ἐφαίνετο θαυματὰ ἔργα. οἶνος μὲν πρώτιστα θοὴν ἀνὰ νῆα μέλαιναν 35 ἡδύποτος κελάρυζ᾽ εὐώδης, ὤρνυτο δ᾽ ὀδμὴ ἀμβροσίη· ναύτας δὲ τάφος λάβε πάντας ἰδόντας. αὐτίκα δ᾽ ἀκρότατον παρὰ ἱστίον ἐξετανύσθη ἄμπελος ἔνθα καὶ ἔνθα, κατεκρημνῶντο δὲ πολλοὶ βότρυες· ἀμφ᾽ ἱστὸν δὲ μέλας εἱλίσσετο κισσός, 40 ἄνθεσι τηλεθάων, χαρίεις δ᾽ ἐπὶ καρπὸς ὀρώρει· πάντες δὲ σκαλμοὶ στεφάνους ἔχον· οἳ δὲ ἰδόντες, νῆ᾽ ἤδη[1] τότ᾽ ἔπειτα κυβερνήτην ἐκέλευον γῇ πελάαν· ὃ δ᾽ ἄρα σφι λέων γένετ᾽ ἔνδοθι νηὸς δεινὸς ἐπ᾽ ἀκροτάτης, μέγα δ᾽ ἔβραχεν, ἐν δ᾽ ἄρα μέσσῃ 45 ἄρκτον ἐποίησεν λασιαύχενα, σήματα φαίνων· ἂν δ᾽ ἔστη μεμαυῖα· λέων δ᾽ ἐπὶ σέλματος ἄκρου δεινὸν ὑπόδρα ἰδών· οἳ δ᾽ ἐς πρύμνην ἐφόβηθεν,
430