THE HOMERIC HYMNS
τὸν μέν, ἐπὴν δὴ πρῶτον ἴδῃ φάος ἠελίοιο, Νύμφαι μιν θρέψουσιν ὀρεσκῷοι βαθύκολποι, αἳ τόδε ναιετάουσιν ὄρος μέγα τε ζάθεόν τε· αἵ ῥ᾽ οὔτε θνητοῖς οὔτ᾽ ἀθανάτοισιν ἕπονται. δηρὸν μὲν ζώουσι καὶ ἄμβροτον εἶδαρ ἔδουσι 260 καί τε μετ᾽ ἀθανάτοισι καλὸν χορὸν ἐρρώσαντο. τῇσι δὲ Σειληνοὶ καὶ ἐύσκοπος Ἀργειφόντης μίσγοντ᾽ ἐν φιλότητι μυχῷ σπείων ἐροέντων. τῇσι δ᾽ ἅμ᾽ ἢ ἐλάται ἠὲ δρύες ὑψικάρηνοι γεινομένῃσιν ἔφυσαν ἐπὶ χθονὶ βωτιανείρῃ, 265 καλαί, τηλεθάουσαι, ἐν οὔρεσιν ὑψηλοῖσιν. ἑστᾶσ᾽ ἠλίβατοι, τεμένη δέ ἑ κικλήσκουσιν ἀθανάτων· τὰς δ᾽ οὔ τι βροτοὶ κείρουσι σιδήρῳ· ἀλλ᾽ ὅτε κεν δὴ μοῖρα παρεστήκῃ θανάτοιο, ἀζάνεται μὲν πρῶτον ἐπὶ χθονὶ δένδρεα καλά, 270 φλοιὸς δ᾽ ἀμφιπεριφθινύθει, πίπτουσι δ᾽ ἄπ᾽ ὄζοι, τῶν δέ θ᾽ ὁμοῦ ψυχὴ λείπει φάος ἠελίοιο. αἳ μὲν ἐμὸν θρέψουσι παρὰ σφίσιν υἱὸν ἔχουσαι. τὸν μὲν ἐπὴν δὴ πρῶτον ἕλῃ πολυήρατος ἥβη, ἄξουσίν σοι δεῦρο θεαὶ δείξουσί τε παῖδα. 275 σοὶ δ᾽ ἐγώ, ὄφρα κε ταῦτα μετὰ φρεσὶ πάντα διέλθω, ἐς πέμπτον ἔτος αὖτις ἐλεύσομαι υἱὸν ἄγουσα. τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃς θάλος ὀφθαλμοῖσι, γηθήσεις ὁρόων· μάλα γὰρ θεοείκελος ἔσται· ἄξεις δ᾽ αὐτίκα νιν ποτὶ Ἴλιον ἠνεμόεσσαν. 280 ἢν δέ τις εἴρηταί σε καταθνητῶν ἀνθρώπων, ἥ τις σοι φίλον υἱὸν ὑπὸ ζώνῃ θέτο μήτηρ, τῷ δὲ σὺ μυθεῖσθαι μεμνημένος, ὥς σε κελεύω· φάσθαι[1] τοι Νύμφης καλυκώπιδος ἔκγονον εἶναι, αἳ τόδε ναιετάουσιν ὄρος καταειμένον ὕλῃ. 285
424