THE HOMERIC HYMNS
τῆμος ἄρ᾽ Ἀγχίσῃ μὲν ἐπὶ γλυκὺν ὕπνον ἔχευε νήδυμον, 170 αὐτὴ δὲ χροῒ ἕννυτο εἵματα καλά. ἑσσαμένη δ᾽ εὖ πάντα περὶ χροῒ δῖα θεάων ἔστη πὰρ[1] κλισίῃ, κεὐποιήτοιο[2] μελάθρου κῦρε κάρη· κάλλος δὲ παρειάων ἀπέλαμπεν ἄμβροτον, οἷόν τ᾽ ἐστὶν ἐυστεφάνου Κυθερείης, 175 ἐξ ὕπνου τ᾽ ἀνέγειρεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν· Ὄρσεο, Δαρδανίδη· τί νυ νήγρετον ὕπνον ἰαύεις; καὶ φράσαι, εἴ τοι ὁμοίη ἐγὼν ἰνδάλλομαι εἶναι, οἵην δή με τὸ πρῶτον ἐν ὀφθαλμοῖσι νόησας; Ὣς φάθ᾽· ὃ δ᾽ ἐξ ὕπνοιο μάλ᾽ ἐμμαπέως ὑπάκουσεν. ὡς δὲ ἴδεν δειρήν τε καὶ ὄμματα κάλ᾽ Ἀφροδίτης, 181 τάρβησέν τε καὶ ὄσσε παρακλιδὸν ἔτραπεν ἄλλῃ· ἂψ δ᾽ αὖτις χλαίνῃ τε καλύψατο καλὰ πρόσωπα καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα· Αὐτίκα σ᾽ ὡς τὰ πρῶτα, θεά, ἴδον ὀφθαλμοῖσιν, 185 ἔγνων ὡς θεὸς ἦσθα: σὺ δ᾽ οὐ νημερτὲς ἔειπες. ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι αἰγιόχοιο, μή με ζῶντ᾽ ἀμενηνὸν ἐν ἀνθρώποισιν ἐάσῃς ναίειν, ἀλλ᾽ ἐλέαιρ᾽· ἐπεὶ οὐ βιοθάλμιος ἀνὴρ γίγνεται, ὅς τε θεαῖς εὐνάζεται ἀθανάτῃσι. 190 Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη· Ἀγχίση, κύδιστε καταθνητῶν ἀνθρώπων, θάρσει, μηδέ τι σῇσι μετὰ φρεσὶ δείδιθι λίην· οὐ γάρ τοί τι δέος παθέειν κακὸν ἐξ ἐμέθεν γε, οὐδ᾽ ἄλλων μακάρων· ἐπεὶ ἦ φίλος ἐσσὶ θεοῖσι. 195 σοὶ δ᾽ ἔσται φίλος υἱός, ὃς ἐν Τρώεσσιν ἀνάξει καὶ παῖδες παίδεσσι διαμπερὲς ἐκγεγάοντες·[3] τῷ δὲ καὶ Αἰνείας ὄνομ᾽ ἔσσεται, οὕνεκα μ᾽ αἰνὸν
418