THE HOMERIC HYMNS
μή μιν ταρβήσειεν ἐν ὀφθαλμοῖσι νοήσας. Ἀγχίσης δ᾽ ὁρόων ἐφράζετο θαύμαινέν τε εἶδός τε μέγεθός τε καὶ εἵματα σιγαλόεντα. 85 πέπλόν μὲν γὰρ ἕεστο φαεινότερον πυρὸς αὐγῆς, καλόν,[1] χρύσειον, παμποίκιλον· ὡς δὲ σελήνη 89 στήθεσιν ἀμφ᾽ ἁπαλοῖσιν ἐλάμπετο, θαῦμα ἰδέσθαι· 90 εἶχε δ᾽ ἐπιγναμπτὰς ἕλικας κάλυκάς τε φαεινάς· 87 ὅρμοι δ᾽ ἀμφ᾽ ἁπαλῇ δειρῇ περικαλλέες ἦσαν. 88 Ἀγχίσην δ᾽ ἔρος εἷλεν, ἔπος δέ μιν ἀντίον ηὔδα· 91 χαῖρε, ἄνασσ᾽, ἥ τις μακάρων τάδε δώμαθ᾽ ἱκάνεις, Ἄρτεμις ἢ Λητὼ ἠὲ χρυσέη Ἀφροδίτη ἢ Θέμις ἠυγενὴς ἠὲ γλαυκῶπις Ἀθήνη, ἤ πού τις Χαρίτων δεῦρ᾽ ἤλυθες, αἵτε θεοῖσι 95 πᾶσιν ἑταιρίζουσι καὶ ἀθάνατοι καλέονται, ἤ τις Νυμφάων, αἵτ᾽ ἄλσεα καλὰ νέμονται ἢ Νυμφῶν, αἳ καλὸν ὄρος τόδε ναιετάουσι καὶ πηγὰς ποταμῶν, καὶ πίσεα ποιήεντα. σοὶ δ᾽ ἐγὼ ἐν σκοπιῇ, περιφαινομένῳ ἐνὶ χώρῳ, 100 βωμὸν ποιήσω, ῥέξω δέ τοι ἱερὰ καλὰ ὥρῃσιν πάσῃσι. σὺ δ᾽ εὔφρονα θυμὸν ἔχουσα δός με μετὰ Τρώεσσιν ἀριπρεπέ᾽ ἔμμεναι ἄνδρα, ποίει δ᾽ ἐξοπίσω θαλερὸν γόνον, αὐτὰρ ἔμ᾽ αὐτὸν δηρὸν ἐὺ ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο, 105 ὄλβιον ἐν λαοῖς, καὶ γήραος οὐδὸν ἱκέσθαι. Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη· Ἀγχίση, κύδιστε χαμαιγενέων ἀνθρώπων, οὔ τίς τοι θεός εἰμι· τί μ᾽ ἀθανάτῃσιν ἐίσκεις; ἀλλὰ καταθνητή τε, γυνὴ δέ με γείνατο μήτηρ. 110 Ὀτρεὺς δ᾽ ἐστὶ πατὴρ ὀνομακλυτός, εἴ που ἀκούεις,