THE HOMERIC HYMNS
Ἀγχίσεω δ᾽ ἄρα οἱ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ, ὃς τότ᾽ ἐν ἀκροπόλοις ὄρεσιν πολυπιδάκου Ἴδης βουκολέεσκεν βοῦς δέμας ἀθανάτοισιν ἐοικώς. 55 τὸν δὴ ἔπειτα ἰδοῦσα φιλομμειδὴς Ἀφροδίτη ἠράσατ᾽, ἔκπαγλος δὲ κατὰ φρένας ἵμερος εἷλεν. ἐς Κύπρον δ᾽ ἐλθοῦσα θυώδεα νηὸν ἔδυνεν, ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυώδης. ἐνθ᾽ ἥ γ᾽ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς· 60 ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας, ἀμβροσίῳ ἑδανῷ,[1] τό ῥά οἱ τεθυωμένον ἦεν. ἑσσαμένη δ᾽ εὖ πάντα περὶ χροῒ εἵματα καλὰ χρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτη 65 σεύατ᾽ ἐπὶ Τροίης προλιποῦσ᾽ εὐώδεα Κύπρον, ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον. Ἴδην δ᾽ ἵκανεν πολυπίδακα, μητέρα θηρῶν, βῆ δ᾽ ἰθὺς σταθμοῖο δι᾽ οὔρεος· οἳ δὲ μετ᾽ αὐτὴν σαίνοντες πολιοί τε λύκοι χαροποί τε λέοντες, 70 ἄρκτοι παρδάλιές τε θοαὶ προκάδων ἀκόρητοι ἤισαν· ἣ δ᾽ ὁρόωσα μετὰ φρεσὶ τέρπετο θυμὸν καὶ τοῖς ἐν στήθεσσι βάλ᾽ ἵμερον· οἳ δ᾽ ἅμα πάντες σύνδυο κοιμήσαντο κατὰ σκιόεντας ἐναύλους. Αὐτὴ δ᾽ ἐς κλισίας εὐποιήτους ἀφίκανε· 75 τὸν δ᾽ εὗρε σταθμοῖσι λελειμμένον οἶον ἀπ᾽ ἄλλων Ἀγχίσην ἥρωα, θεῶν ἄπο κάλλος ἔχοντα. οἳ δ᾽ ἅμα βουσὶν ἕποντο νομοὺς κατὰ ποιήεντας πάντες· ὃ δὲ σταθμοῖσι λελειμμένος οἶος ἀπ᾽ ἄλλων πωλεῖτ᾽ ἔνθα καὶ ἔνθα διαπρύσιον κιθαρίζων. 80 στῆ δ᾽ αὐτοῦ προπάροιθε Διὸς θυγάτηρ Ἀφροδίτη παρθένῳ ἀδμήτῃ μέγεθος καὶ εἶδος ὁμοίη,
410