THE HOMERIC HYMNS
ἄψορροι πρὸς Ὄλυμπον ἀγάννιφον ἐρρώσαντο 505 τερπόμενοι φόρμιγγι· χάρη δ᾽ ἄρα μητιέτα Ζεύς, ἄμφω δ᾽ ἐς φιλότητα συνήγαγε· καὶ τὰ μὲν Ἑρμῆς Λητοΐδην ἐφίλησε διαμπερὲς ὡς ἔτι καὶ νῦν, σήματ᾽ ἐπεὶ κίθαριν μὲν Ἑκηβόλῳ ἐγγυάλιξεν ἱμερτήν, δεδαώς, ὃ δ᾽ ἐπωλένιον κιθάριζεν· 510 αὐτὸς δ᾽ αὖθ᾽ ἑτέρης σοφίης ἐκμάσσατο τέχνην· συρίγγων ἐνοπὴν ποιήσατο τηλόθ᾽ ἀκουστήν. Καὶ τότε Λητοΐδης Ἑρμῆν πρὸς μῦθον ἔειπε· δείδια, Μαιάδος υἱέ, διάκτορε, ποικιλομῆτα, μή μοι ἅμα κλέψῃς κίθαριν καὶ καμπύλα τόξα· 515 τιμὴν γὰρ πὰρ Ζηνὸς ἔχεις ἐπαμοίβια ἔργα θήσειν ἀνθρώποισι κατὰ χθόνα πουλυβότειραν. ἀλλ᾽ εἴ μοι τλαίης γε θεῶν μέγαν ὅρκον ὀμόσσαι, ἢ κεφαλῇ νεύσας ἢ ἐπὶ Στυγὸς ὄβριμον ὕδωρ, πάντ᾽ ἂν ἐμῷ θυμῷ κεχαρισμένα καὶ φίλα ἔρδοις. 520 Καὶ τότε Μαιάδος υἱὸς ὑποσχόμενος κατένευσε, μή ποτ᾽ ἀποκλέψειν, ὅσ᾽ Ἑκηβόλος ἐκτεάτισται, μηδέ ποτ᾽ ἐμπελάσειν πυκινῷ δόμῳ· αὐτὰρ Ἀπόλλων Λητοΐδης κατένευσεν ἐπ᾽ ἀρθμῷ καὶ φιλότητι, μή τινα φίλτερον ἄλλον ἐν ἀθανάτοισιν ἔσεσθαι, 525 μήτε θεὸν μήτ᾽ ἄνδρα Διὸς γόνον· ἐκ δὲ τέλειον [αἰετὸν ἧκε πατήρ· ὁ δ᾽ ἐπώμοσεν· ἦ σε μάλ᾽ οἶον[1]] σύμβολον ἀθανάτων ποιήσομαι ἠδ᾽ ἅμα πάντων, πιστὸν ἐμῷ θυμῷ καὶ τίμιον· αὐτὰρ ἔπειτα ὄλβου καὶ πλούτου δώσω περικαλλέα ῥάβδον, χρυσείην, τριπέτηλον, ἀκήριον ἥ σε φυλάξει 530 πάντας ἐπικραίνουσ᾽ ἄθλους[2] ἐπέων τε καὶ ἔργων τῶν ἀγαθῶν, ὅσα φημὶ δαήμεναι ἐκ Διὸς ὀμφῆς.
400