THE HOMERIC HYMNS
τίς τέχνη, τίς μοῦσα ἀμηχανέων μελεδώνων, τίς τρίβος; ἀτρεκέως γὰρ ἅμα τρία πάντα πάρεστιν, εὐφροσύνην καὶ ἔρωτα καὶ ἥδυμον ὕπνον ἑλέσθαι. καὶ γὰρ ἐγὼ Μούσῃσιν Ὀλυμπιάδεσσιν ὀπηδός, 450 τῇσι χοροί τε μέλουσι καὶ ἀγλαὸς οἶμος[1] ἀοιδῆς καὶ μολπὴ τεθαλυῖα καὶ ἱμερόεις βρόμος αὐλῶν· ἀλλ᾽ οὔ πω τί μοι ὧδε μετὰ φρεσὶν ἄλλο μέλησεν, οἷα νέων θαλίῃς ἐνδέξια ἔργα πέλονται. θαυμάζω, Διὸς υἱέ, τάδ᾽, ὡς ἐρατὸν κιθαρίζεις. 455 νῦν δ᾽ ἐπεὶ οὖν ὀλίγος περ ἐὼν κλυτὰ μήδεα οἶδας, ἷζε, πέπον, καὶ μῦθον[2] ἐπαίνει πρεσβυτέροισι· νῦν γάρ τοι κλέος ἔσται ἐν ἀθανάτοισι θεοῖσι σοί τ᾽ αὐτῷ καὶ μητρί· τὸ δ᾽ ἀτρεκέως ἀγορεύσω· ναὶ μὰ τόδε κρανέινον ἀκόντιον, ἦ μὲν ἐγώ σε 460 κυδρὸν ἐν ἀθανάτοισι καὶ ὄλβιον ἡγεμόν᾽ εἵσω[3] δώσω τ᾽ ἀγλαὰ δῶρα καὶ ἐς τέλος οὐκ ἀπατήσω. Τὸν δ᾽ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισιν· εἰρωτᾷς μ᾽, Ἐκάεργε, περιφραδές· αὐτὰρ ἐγώ σοι τέχνης ἡμετέρης ἐπιβήμεναι οὔ τι μεγαίρω. 465 σήμερον εἰδήσεις· ἐθέλω δέ τοι ἤπιος εἶναι βουλῇ καὶ μύθοισι. σὺ δὲ φρεσὶ πάντ᾽ εὖ οἶδας· πρῶτος γάρ, Διὸς υἱέ, μετ᾽ ἀθανάτοισι θαάσσεις, ἠύς τε κρατερός τε· φιλεῖ δέ σε μητίετα Ζεὺς ἐκ πάσης ὁσίης, ἔπορεν δέ τοι ἀγλαὰ δῶρα. 470 καὶ τιμάς σέ γέ φασι δαήμεναι ἐκ Διὸς ὀμφῆς μαντείας θ᾽ Ἐκάεργε, Διὸς παρά, θέσφατα πάντα τῶν νῦν αὐτὸς ἐγώ σε μαλ᾽ ἀφνειὸν[4] δεδάηκα· σοὶ δ᾽ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς.
396