THE HOMERIC HYMNS
εὖ καὶ ἐπισταμένως ἀρνεύμενον ἀμφὶ βόεσσιν. 390 ἀμφοτέρους δ᾽ ἐκέλευσεν ὁμόφρονα θυμὸν ἔχοντας ζητεύειν, Ἑρμῆν δὲ διάκτορον ἡγεμονεύειν καὶ δεῖξαι τὸν χῶρον ἐπ᾽ ἀβλαβίῃσι νόοιο, ὅππη δὴ αὖτ᾽ ἀπέκρυψε βοῶν ἴφθιμα κάρηνα. νεῦσεν δὲ Κρονίδης, ἐπεπείθετο δ᾽ ἀγλαὸς Ἑρμῆς· 395 ῥηιδίως γὰρ ἔπειθε Διὸς νόος αἰγιόχοιο. Τὼ δ᾽ ἄμφω σπεύδοντε Διὸς περικαλλέα τέκνα ἐς Πύλον ἠμαθόεντα ἐπ᾽ Ἀλφειοῦ πόρον ἷξον· ἀγροὺς δ᾽ ἐξίκοντο καὶ αὔλιον ὑψιμέλαθρον, ἡχοῦ[1] δὴ τὰ χρήματ᾽ ἀτάλλετο νυκτὸς ἐν ὥρῃ. 400 ἔνθ᾽ Ἑρμῆς μὲν ἔπειτα κιὼν παρὰ λάινον ἄντρον ἐς φῶς ἐξήλαυνε βοῶν ἴφθιμα κάρηνα· Λητοΐδης δ᾽ ἀπάτερθεν ἰδὼν ἐνόησε βοείας πέτρῃ ἐπ᾽ ἠλιβάτῳ, τάχα δ᾽ εἴρετο κύδιμον Ἑρμῆν· Πῶς ἐδύνω, δολομῆτα, δύω βόε δειροτομῆσαι, 405 ὧδε νεογνὸς ἐὼν καὶ νήπιος; αὐτὸς ἐγώ γε θαυμαίνω κατόπισθε τὸ σὸν κράτος· οὐδέ τί σε χρὴ μακρὸν ἀέξεσθαι, Κυλλήνιε, Μαιάδος υἱέ. Ὣς ἄρ ἔφη καὶ χερσὶ περίστρεφε καρτερὰ δεσμὰ [ἐνδῆσαι μεμαὼς Ἑρμῆν κρατεραῖσι λύγοισι.[2] 409a τὸν δ᾽ οὐκ ἴσχανε δεσμά, λύγοι δ᾽ ἀπὸ τηλόσε πῖπτον[3]] ἄγνου· ταὶ δ᾽ ὑπὸ ποσσὶ κατὰ χθονὸς αἶψα φύοντο αὐτόθεν, ἐμβολάδην ἐστραμμέναι ἀλλήλῃσι, 409b ῥεῖά τε καὶ πάσῃσιν ἐπ᾽ ἀγραύλοισι βόεσσιν, Ἑρμέω βουλῇσι κλεψίφρονος· αὐτὰρ Ἀπόλλων θαύμασεν ἀθρήσας. τότε δὴ κρατὺς Ἀργειφόντης χῶρον ὑποβλήδην ἐσκέψατο, πῦρ ἀμαρύσσων, 415 * * * *
392