THE HOMERIC HYMNS
οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα οὐδέ κε μηνύσαιμ᾽, οὐδ᾽ ἄν μήνυτρον ἀροίμην. Ἠ τοι ἄρ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο Φοῖβος Ἀπόλλων· 365 Ερμῆς δ᾽ αὖθ᾽ ἑτέρωθεν ἀμειβόμενος ἔπος ηὔδα,[1] δείξατο δ᾽ ἐς Κρονίωνα, θεῶν σημάντορα πάντων· Ζεῦ πάτερ, ἦ τοι ἐγώ σοι ἀληθείην καταλέξω· νημερτής τε γάρ εἰμι καὶ οὐκ οἶδα ψεύδεσθαι. ἦλθεν ἐς ἡμετέρου διζήμενος εἰλίποδας βοῦς 370 σήμερον ἠελίοιο νέον ἐπιτελλομένοιο· οὐδὲ θεῶν μακάρων ἄγε μάρτυρας οὐδὲ κατόπτας, μηνύειν δ᾽ ἐκέλευεν ἀναγκαίης ὑπὸ πολλῆς, πολλὰ δέ μ᾽ ἠπείλησε βαλεῖν ἐς Τάρταρον εὐρύν, οὕνεχ᾽ ὃ μὲν τέρεν ἄνθος ἔχει φιλοκυδέος ἥβης, 375 αὐτὰρ ἐγὼ χθιζὸς γενόμην, τὰ δέ τ᾽ οἶδε καὶ αὐτός, οὔτι βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἐοικώς. πείθεο· καὶ γὰρ ἐμεῖο πατὴρ φίλος εὔχεαι εἶναι, ὡς οὐκ οἴκαδ᾽ ἔλασσα βόας, ὣς ὄλβιος εἴην, οὐδ᾽ ὑπὲρ οὐδὸν ἔβην· τὸ δέ τ᾽ ἀτρεκέως ἀγορεύω. 380 Ἠέλιον δὲ μάλ᾽ αἰδέομαι καὶ δαίμονας ἄλλους, καὶ σε φιλῶ καὶ τοῦτον ὀπίζομαι· οἶσθα καὶ αὐτός, ὣς οὐκ αἴτιός εἰμι· μέγαν δ᾽ ἐπιδώσομαι[2] ὅρκον· οὐ μὰ τάδ᾽ ἀθανάτων εὐκόσμητα προθύραια. καί που[3] ἐγὼ τούτῳ τίσω ποτὲ νηλέα φώρην, 385 καὶ κρατερῷ περ ἐόντι· σὺ δ᾽ ὁπλοτέροισιν ἄρηγε. Ὣς φάτ᾽ ἐπιλλίζων Κυλλήνιος Ἀργειφόντης· καὶ τὸ σπάργανον εἶχεν ἐπ᾽ ὠλένῃ οὐδ᾽ ἀπέβαλλε. Ζεὺς δὲ μέγ᾽ ἐξεγέλασσεν ἰδὼν κακομηδέα παῖδα
390