THE HOMERIC HYMNS
Τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων· ὦ πάτερ, ἦ τάχα μῦθον ἀκούσεαι οὐκ ἀλαπαδνόν, κερτομέων ὡς οἶος ἐγὼ φιλολήιός εἰμι. 335 παῖδά τιν᾽ εὗρον τόνδε διαπρύσιον κεραϊστὴν Κυλλήνης ἐν ὄρεσσι, πολὺν διὰ χῶρον ἀνύσσας, κέρτομον, οἷον ἐγώ γε θεῶν οὐκ ἄλλον ὄπωπα οὐδ᾽ ἀνδρῶν, ὁπόσοι λησίμβροτοί εἰσ᾽ ἐπὶ γαίῃ. κλέψας δ᾽ ἐκ λειμῶνος ἐμὰς βοῦς ὤχετ᾽ ἐλαύνων 340 ἑσπέριος παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης, εὐθὺ Πύλονδ᾽ ἐλάων· τὰ δ᾽ ἄρ᾽ ἴχνια δοιὰ πέλωρα, οἷά τ᾽ ἀγάσσασθαι, καὶ ἀγαυοῦ δαίμονος ἔργα. τῇσιν μὲν γὰρ βουσὶν ἐς ἀσφοδελὸν λειμῶνα ἀντία βήματ᾽ ἔχουσα κόνις ἀνέφαινε μέλαινα· 345 αὐτὸς δ᾽ ἐκτὸς ὁδοῦ, τις[1] ἀμήχανος, οὔτ᾽ ἄρα ποσσὶν οὔτ᾽ ἄρα χερσὶν ἔβαινε διὰ ψαμαθώδεα χῶρον· ἀλλ᾽ ἄλλην τινὰ μῆτιν ἔχων διέτριβε κέλευθα τοῖα πέλωρ᾽ ὡς εἴ τις ἀραιῇσι δρυσὶ βαίνοι. ὄφρα μὲν οὖν ἐδίωκε διὰ ψαμαθώδεα χῶρον, 350 ῥεῖα μάλ᾽ ἴχνια πάντα διέπρεπεν ἐν κονίῃσιν· αὐτὰρ ἐπεὶ ψαμάθοιο μέγαν στίβον ἐξεπέρησεν, ἄφραστος γένετ᾽ ὦκα βοῶν στίβος ἠδὲ καὶ αὐτοῦ χῶρον ἀνὰ κρατερόν· τὸν δ᾽ ἐφράσατο βροτὸς ἀνὴρ ἐς Πύλον εὐθὺς ἐλῶντα βοῶν γένος εὐρυμετώπων. 355 αὐτὰρ ἐπεὶ δὴ τὰς μὲν ἐν ἡσυχίῃ κατέερξε καὶ διαπυρπαλάμησεν ὁδοῦ τὸ μὲν ἔνθα, τὸ δ᾽ ἔνθα, ἐν λίκνῳ κατέκειτο μελαίνῃ νυκτὶ ἐοικώς, ἄντρῳ ἐν ἠερόεντι κατὰ ζόφον· οὐδέ κεν αὐτὸν αἰετὸς ὀξὺ λάων ἐσκέψατο· πολλὰ δὲ χερσὶν 360 αὐγὰς ὠμόργαζε δολοφροσύνην ἀλεγύνων. αὐτὸς δ᾽ αὐτίκα μῦθον ἀπηλεγέως ἀγόρευεν·
388