THE HOMERIC HYMNS
Ὦ παῖ, ὃς ἐν λίκνῳ κατάκειαι, μήνυέ μοι βοῦς θᾶσσον· ἐπεὶ τάχα νῶι διοισόμεθ᾽ οὐ κατὰ κόσμον. 255 ῥίψω γάρ σε λαβὼν ἐς Τάρταρον ἠερόεντα, ἐς ζόφον αἰνόμορον καὶ ἀμήχανον: οὐδέ σε μήτηρ ἐς φάος οὐδὲ πατὴρ ἀναλύσεται, ἀλλ᾽ ὑπὸ γαίῃ ἐρρήσεις ὀλίγοισι μετ᾽ ἀνδράσιν ἡγεμονεύων. Τὸν δ᾽ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι· 260 Λητοΐδη, τίνα τοῦτον ἀπηνέα μῦθον ἔειπας; καὶ βοῦς ἀγραύλους διζήμενος ἐνθάδ᾽ ἱκάνεις; οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα· οὐκ ἂν μηνύσαιμ᾽, οὐκ ἂν μήνυτρον ἀροίμην· οὐδὲ βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἔοικα. 265 οὐκ ἐμὸν ἔργον τοῦτο, πάρος δέ μοι ἄλλα μέμηλεν· ὕπνος ἐμοί γε μέμηλε καὶ ἡμετέρης γάλα μητρὸς σπάργανά τ᾽ ἀμφ᾽ ὤμοισιν ἔχειν καὶ θερμὰ λοετρά. μή τις τοῦτο πύθοιτο, πόθεν τόδε νεῖκος ἐτύχθη· καί κεν δὴ μέγα θαῦμα μετ᾽ ἀθανάτοισι γένοιτο, 270 παῖδα νέον γεγαῶτα διὲκ προθύροιο περῆσαι βουσὶν ἐπ᾽[1] ἀγραύλοισι· τὸ δ᾽ ἀπρεπέως ἀγορεύεις. χθὲς γενόμην, ἁπαλοὶ δὲ πόδες, τρηχεῖα δ᾽ ὕπο χθών. εἰ δ᾽ ἐθέλεις, πατρὸς κεφαλὴν μέγαν ὅρκον ὀμοῦμαι· μὴ μὲν ἐγὼ μήτ᾽ αὐτὸς ὑπίσχομαι αἴτιος εἶναι, 275 μήτε τιν᾽ ἄλλον ὄπωπα βοῶν κλοπὸν ὑμετεράων, αἵ τινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω. Ὣς ἄρ᾽ ἔφη καὶ πυκνὸν ἀπὸ βλεφάρων ἀμαρύσσων ὀφρῦς ῥιπτάζεσκεν ὁρώμενος ἔνθα καὶ ἔνθα,
382