THE HOMERIC HYMNS
οὔτε λύκων πολιῶν οὔτ᾽ ἄρκτων οὔτε λεόντων· οὔτε τι Κενταύρου λασιαύχενος ἔλπομαι εἶναι, ὅς τις τοῖα πέλωρα βιβᾷ ποσὶ καρπαλίμοισιν· 225 αἰνὰ μὲν ἔνθεν ὁδοῖο, τὰ δ᾽ αἰνότερ᾽ ἔνθεν ὁδοῖο. Ὣς εἰπὼν ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· Κυλλήνης δ᾽ ἀφίκανεν ὄρος καταείμενον ὕλῃ, πέτρης ἐς κευθμῶνα βαθύσκιον, ἔνθα τε νύμφη ἀμβροσίη ἐλόχευσε Διὸς παῖδα Κρονίωνος. 230 ὀδμὴ δ᾽ ἱμερόεσσα δι᾽ οὔρεος ἠγαθέοιο κίδνατο, πολλὰ δὲ μῆλα ταναύποδα βόσκετο ποίην. ἔνθα τότε σπεύδων κατεβήσατο λάινον οὐδὸν ἄντρον ἐς ἠερόεν ἑκατηβόλος αὐτὸς Ἀπόλλων. Τὸν δ᾽ ὡς οὖν ἐνόησε Διὸς καὶ Μαιάδος υἱὸς 235 χωόμενον περὶ βουσὶν ἑκηβόλον Ἀπόλλωνα, σπάργαν᾽ ἔσω κατέδυνε θυήεντ᾽· ἠύτε πολλὴν πρέμνων ἀνθρακιὴν ὕλης σποδὸς ἀμφικαλύπτει, ὣς Ἑρμῆς Ἑκάεργον ἰδὼν ἀνέειλεν[1] ἑαυτόν. ἐν δ᾽ ὀλίγῳ συνέλασσε κάρη χεῖράς τε πόδας τε, 240 φή ῥα νεόλλουτος, προκαλεύμενος ἥδυμον ὕπνον, ἐγρήσσων ἐτεόν γε· χέλυν δ᾽ ὑπὸ μασχάλῃ εἶχε. γνῶ δ᾽ οὐδ᾽ ἠγνοίησε Διὸς καὶ Λητοῦς υἱὸς νύμφην τ᾽ οὐρείην περικαλλέα καὶ φίλον υἱόν, παῖδ᾽ ὀλίγον, δολίῃς εἰλυμένον ἐντροπίῃσι. 245 παπτήνας δ᾽ ἀνὰ πάντα μυχὸν μεγάλοιο δόμοιο τρεῖς ἀδύτους ἀνέῳγε λαβὼν κληῖδα φαεινὴν νέκταρος ἐμπλείους ἠδ᾽ ἀμβροσίης ἐρατεινῆς· πολλὸς δὲ χρυσός τε καὶ ἄργυρος ἔνδον ἔκειτο, πολλὰ δὲ φοινικόεντα καὶ ἄργυφα εἵματα νύμφης, 250 οἷα θεῶν μακάρων ἱεροὶ δόμοι ἐντὸς ἔχουσιν· ἔνθ᾽ ἐπεὶ ἐξερέεινε μυχοὺς μεγάλοιο δόμοιο Λητοΐδης, μύθοισι προσηύδα κύδιμον Ἑρμῆν·
380