THE HOMERIC HYMNS
ταρβαλέον, καὶ μητρὸς ὑπαιδείδοικεν ἐνιπάς; 165 αὐτὰρ ἐγὼ τέχνης ἐπιβήσομαι, ἥ τις ἀρίστη, βουκολέων[1] ἐμὲ καὶ σὲ διαμπερές· οὐδὲ θεοῖσι νῶι μετ᾽ ἀθανάτοισιν ἀδώρητοι καὶ ἄλιστοι αὐτοῦ τῇδε μένοντες ἀνεξόμεθ᾽, ὡς σὺ κελεύεις. βέλτερον ἤματα πάντα μετ᾽ ἀθανάτοις ὀαρίζειν, 170 πλούσιον, ἀφνειόν, πολυλήιον, ἢ κατὰ δῶμα ἄντρῳ ἐν ἠερόεντι θαασσέμεν· ἀμφὶ δὲ τιμῆς, κἀγὼ τῆς ὁσίης ἐπιβήσομαι, ἧς περ Ἀπόλλων. εἰ δέ κε μὴ δώῃσι πατὴρ ἐμός, ἧ τοι ἔγωγε πειρήσω, δύναμαι, φηλητέων ὄρχαμος εἶναι. 175 εἰ δέ μ᾽ ἐρευνήσει Λητοῦς ἐρικυδέος υἱός, ἄλλο τί οἱ καὶ μεῖζον ὀίομαι ἀντιβολήσειν. εἶμι γὰρ ἐς Πυθῶνα μέγαν δόμον ἀντιτορήσων· ἔνθεν ἅλις τρίποδας περικαλλέας ἠδὲ λέβητας πορθήσω καὶ χρυσόν, ἅλις τ᾽ αἴθωνα σίδηρον 180 καὶ πολλὴν ἐσθῆτα· σὺ δ᾽ ὄψεαι, αἴ κ᾽ ἐθέλῃσθα. Ὣς οἳ μέν ῥ᾽ ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον, υἱός τ᾽ αἰγιόχοιο Διὸς καὶ πότνια Μαῖα. Ἠὼς δ᾽ ἠριγένεια φόως θνητοῖσι φέρουσα ὤρνυτ᾽ ἀπ᾽ Ὠκεανοῖο βαθυρρόου· αὐτὰρ Ἀπόλλων Ὀγχηστόνδ᾽ ἀφίκανε κιών, πολυήρατον ἄλσος 186 ἁγνὸν ἐρισφαράγου Γαιηόχου· ἔνθα γέροντα κνώδαλον εὗρε νέμοντα παρ᾽ ἔξοδον ἕρκεος αὐλῆς.[2] τὸν πρότερος προσέφη Λητοῦς ἐρικυδέος υἱός· Ὦ γέρον, Ὀγχηστοῖο βατοδρόπε ποιήεντος, 190 βοῦς ἀπὸ Πιερίης διζήμενος ἐνθάδ᾽ ἱκάνω, πάσας θηλείας, πάσας κεράεσσιν ἑλικτάς, ἐξ ἀγέλης· ὁ δὲ ταῦρος ἐβόσκετο μοῦνος ἀπ᾽ ἄλλων
376