THE HOMERIC HYMNS
Αὐτὰρ ἐπεί τοι πάντα κατὰ χρέος ἤνυσε δαίμων, σάνδαλα μὲν προέηκεν ἐς Ἀλφειὸν βαθυδίνην· ἀνθρακιὴν δ᾽ ἐμάρανε, κόνιν δ᾽ ἀμάθυνε μέλαιναν 140 παννύχιος· καλὸν δὲ φόως κατέλαμπε Σελήνης. Κυλλήνης δ᾽ αἶψ᾽ αὖτις ἀφίκετο δῖα κάρηνα ὄρθριος, οὐδέ τί οἱ δολιχῆς ὁδοῦ ἀντεβόλησεν οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων, οὐδὲ κύνες λελάκοντο· Διὸς δ᾽ ἐριούνιος Ἑρμῆς 145 δοχμωθεὶς μεγάροιο διὰ κλήιθρον ἔδυνεν αὔρῃ ὀπωρινῇ ἐναλίγκιος, ἠύτ᾽ ὀμίχλη. ἰθύσας δ᾽ ἄντρου ἐξίκετο πίονα νηὸν ἦκα ποσὶ προβιβῶν· οὐ γὰρ κτύπεν, ὥσπερ ἐπ᾽ οὔδει. ἐσσυμένως δ᾽ ἄρα λίκνον ἐπῴχετο κύδιμος Ἑρμῆς· 150 σπάργανον ἀμφ᾽ ὤμοις εἰλυμένος, ἠύτε τέκνον νήπιον, ἐν παλάμῃσι περ᾽ ἰγνύσι λαῖφος ἀθύρων κεῖτο, χέλυν ἐρατὴν ἐπ᾽ ἀριστερὰ χειρὸς ἐέργων. μητέρα δ᾽ οὐκ ἄρ᾽ ἔληθε θεὰν θεὸς εἰπέ τε μῦθον· Τίπτε σύ, ποικιλομῆτα, πόθεν τόδε νυκτὸς ἐν ὥρῃ 155 ἔρχῃ, ἀναιδείην ἐπιειμένε; νῦν σε μάλ᾽ οἴω ἢ τάχ᾽ ἀμήχανα δεσμὰ περὶ πλευρῇσιν ἔχοντα Λητοίδου ὑπὸ χερσὶ διὲκ προθύροιο περήσειν ἣ σὲ φέροντα μεταξὺ κατ᾽ ἄγκεα φηλητεύσειν. ἔρρε πάλιν· μεγάλην σε πατὴρ ἐφύτευσε μέριμναν 160 θνητοῖς ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι. Τὴν δ᾽ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι· μῆτερ ἐμή, τί με ταῦτα δεδίσκεαι,[1] ἠύτε τέκνον νήπιον, ὃς μάλα παῦρα μετὰ φρεσὶν αἴσυλα οἶδε,
374