< Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu
This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

τὸν πρότερος προσέφη Μαίης ἐρικυδέος υἱός·
Ὦ γέρον, ὅστε φυτὰ σκάπτεις ἐπικαμπύλος ὤμους,  90
ἦ πολυοινήσεις, εὖτ᾽ ἂν τάδε πάντα φέρῃσι,
[εἴ κε πίθῃ, μάλα περ μεμνημένος ἐν φρεσὶ σῇσι[1]] 91a
καί τε ἰδὼν μὴ ἰδὼν εἶναι καὶ κωφὸς ἀκούσας,
καὶ σιγᾶν ὅτε μή τι καταβλάπτῃ τὸ σὸν αὐτοῦ.
Τόσσον φὰς συνέσευε
[2] βοῶν ἴφθιμα κάρηνα.
πολλὰ δ᾽ ὄρη σκιόεντα καὶ αὐλῶνας κελαδεινοὺς 95
καὶ πεδί᾽ ἀνθεμόεντα διήλασε κύδιμος Ἑρμῆς.
ὀρφναίη δ᾽ ἐπίκουρος ἐπαύετο δαιμονίη νύξ,
ἡ πλείων, τάχα δ᾽ ὄρθρος ἐγίγνετο δημιοεργός·
ἣ δὲ νέον σκοπιὴν προσεβήσατο δῖα Σελήνη,
Πάλλαντος θυγάτηρ Μεγαμηδείδαο ἄνακτος. 100
τῆμος ἐπ᾽ Ἀλφειὸν ποταμὸν Διὸς ἄλκιμος υἱὸς
Φοίβου Ἀπόλλωνος βοῦς ἤλασεν εὐρυμετώπους.
ἀκμῆτες δ᾽ ἵκανον ἐπ᾽ αὔλιον ὑψιμέλαθρον
καὶ ληνοὺς προπάροιθεν ἀριπρεπέος λειμῶνος.
ἔνθ᾽ ἐπεὶ εὖ βοτάνης ἐπεφόρβει βοῦς ἐριμύκους 105
καὶ τὰς μὲν συνέλασσεν ἐς αὔλιον ἀθρόας οὔσας,
λωτὸν ἐρεπτομένας ἠδ᾽ ἑρσήεντα κύπειρον·
σὺν δ᾽ ἐφόρει ξύλα πολλά, πυρὸς δ᾽ ἐπεμαίετο τέχνην.
δάφνης ἀγλαὸν ὄζον ἑλὼν ἀπέλεψε σιδήρῳ
****
ἄρμενον ἐν παλάμῃ· ἄμπνυτο δὲ θερμὸς ἀυτμή· 110
Ἑρμῆς τοι πρώτιστα πυρήια πῦρ τ᾽ ἀνέδωκε.
πολλὰ δὲ κάγκανα κᾶλα κατουδαίῳ ἐνὶ βόθρῳ
οὖλα λαβὼν ἐπέθηκεν ἐπηετανά· λάμπετο δὲ φλὸξ
τηλόσε φῦσαν ἱεῖσα πυρὸς μέγα δαιομένοιο.

  1. Translator.
  2. Demetrius : φασὶν ἔσευε, MSS.

370

This article is issued from Wikisource. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.