THE HOMERIC HYMNS
νύμφη ἐυπλόκαμος, Διὸς ἐν φιλότητι μιγεῖσα, αἰδοίη· μακάρων δὲ θεῶν ἠλεύαθ᾽ ὅμιλον, 5 ἄντρον ἔσω ναίουσα παλίσκιον, ἔνθα Κρονίων νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ, ὄφρα κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην, λήθων ἀθανάτους τε θεοὺς θνητούς τ᾽ ἀνθρώπους. ἀλλ᾽ ὅτε δὴ μεγάλοιο Διὸς νόος ἐξετελεῖτο, 10 τῇ δ᾽ ἤδη δέκατος μεὶς οὐρανῷ ἐστήρικτο, εἴς τε φόως ἄγαγεν ἀρίσημά τε ἔργα τέτυκτο· καὶ τότ᾽ ἐγείνατο παῖδα πολύτροπον, αἱμυλομήτην, ληιστῆρ᾽, ἐλατῆρα βοῶν, ἡγήτορ᾽ ὀνείρων, νυκτὸς ὀπωπητῆρα, πυληδόκον, ὃς τάχ᾽ ἔμελλεν 15 ἀμφανέειν κλυτὰ ἔργα μετ᾽ ἀθανάτοισι θεοῖσιν. ἠῷος γεγονὼς μέσῳ ἤματι ἐγκιθάριζεν, ἑσπέριος βοῦς κλέψεν ἑκηβόλου Ἀπόλλωνος τετράδι τῇ προτέρῃ, τῇ μιν τέκε πότνια Μαῖα. ὃς καί, ἐπειδὴ μητρὸς ἀπ᾽ ἀθανάτων θόρε γυίων, 20 οὐκέτι δηρὸν ἔκειτο μένων ἱερῷ ἐνὶ λίκνῳ, ἀλλ᾽ ὅ γ᾽ ἀναΐξας ζήτει βόας Ἀπόλλωνος οὐδὸν ὑπερβαίνων ὑψηρεφέος ἄντροιο. ἔνθα χέλυν εὑρὼν ἐκτήσατο μυρίον ὄλβον· Ἑρμῆς τοι πρώτιστα χέλυν τεκτήνατ᾽ ἀοιδόν· 25 ἥ ῥά οἱ ἀντεβόλησεν ἐπ᾽ αὐλείῃσι θύρῃσι βοσκομένη προπάροιθε δόμων ἐριθηλέα ποίην, σαῦλα ποσὶν βαίνουσα· Διὸς δ᾽ ἐριούνιος υἱὸς ἀθρήσας ἐγέλασσε καὶ αὐτίκα μῦθον ἔειπε· Σύμβολον ἤδη μοι μέγ᾽ ὀνήσιμον· οὐκ ὀνοτάζω. 30 χαῖρε, φυὴν ἐρόεσσα, χοροιτύπε, δαιτὸς ἑταίρη, ἀσπασίη προφανεῖσα· πόθεν τόδε καλὸν ἄθυρμα αἰόλον ὄστρακον ἕσσο[1] χέλυς ὄρεσι ζώουσα; ἀλλ᾽ οἴσω σ᾽ ἐς δῶμα λαβών· ὄφελός τι μοι ἔσσῃ, οὐδ᾽ ἀποτιμήσω· σὺ δέ με πρώτιστον ὀνήσεις 35
364