THE HOMERIC HYMNS
Ὣς ἔφαθ᾽· οἳ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο. ἱστία μὲν πρῶτον κάθεσαν, λῦσαν δὲ βοείας, ἱστὸν δ᾽ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες· ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης. 505 ἐκ δ᾽ ἁλὸς ἤπειρόνδε θοὴν ἀνὰ νῆ᾽ ἐρύσαντο ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ᾽ ἕρματα μακρὰ τάνυσσαν· καὶ βωμὸν ποίησαν ἐπὶ ῥηγμῖνι θαλάσσης· πῦρ δ᾽ ἐπικαίοντες ἐπί τ᾽ ἄλφιτα λευκὰ θύοντες εὔχονθ᾽, ὡς ἐκέλευε, παριστάμενοι περὶ βωμόν. 510 δόρπον ἔπειθ᾽ εἵλοντο θοῇ παρὰ νηὶ μελαίνῃ καὶ σπεῖσαν μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, βάν ῥ᾽ ἴμεν· ἦρχε δ᾽ ἄρα σφιν ἄναξ Διὸς υἱὸς Ἀπόλλων, φόρμιγγ᾽ ἐν χείρεσσιν ἔχων, ἐρατὸν κιθαρίζων, 515 καλὰ καὶ ὕψι βιβάς· οἳ δὲ ῥήσσοντες ἕποντο Κρῆτες πρὸς Πυθὼ καὶ ἰηπαιήον᾽ ἄειδον, οἷοί τε Κρητῶν παιήονες, οἷσί τε Μοῦσα ἐν στήθεσσιν ἔθηκε θεὰ μελίγηρυν ἀοιδήν. ἄκμητοι δὲ λόφον προσέβαν ποσίν, αἶψα δ᾽ ἵκοντο 520 Παρνησὸν καὶ χῶρον ἐπήρατον, ἔνθ᾽ ἄρ᾽ ἔμελλον οἰκήσειν πολλοῖσι τετιμένοι[1] ἀνθρώποισι· δεῖξε δ᾽ ἄγων ἄδυτον ζάθεον καὶ πίονα νηόν. Τῶν δ᾽ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι· τὸν καὶ ἀνειρόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα· 525 Ὦ ἄνα, εἰ δὴ[2] τῆλε φίλων καὶ πατρίδος αἴης ἤγαγες· οὕτω που τῷ σῷ φίλον ἔπλετο θυμῷ·
360