THE HOMERIC HYMNS
Καὶ τότε δὴ κατὰ θυμὸν ἐφράζετο Φοῖβος Απόλλων, οὕστινας ἀνθρώπους ὀργείονας εἰσαγάγοιτο, οἳ θεραπεύσονται Πυθοῖ ἔνι πετρηέσσῃ· 390 ταῦτ᾽ ἄρα ὁρμαίνων ἐνόησ᾽ ἐπὶ οἴνοπι πόντῳ νῆα θοήν· ἐν δ᾽ ἄνδρες ἔσαν πολέες τε καὶ ἐσθλοί, Κρῆτες ἀπὸ Κνωσοῦ Μινωίου, οἵ ῥα ἄνακτι ἱερά τε ῥέζουσι καὶ ἀγγέλλουσι θέμιστας φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅττι κεν εἴπῃ 395 χρείων ἐκ δάφνης γυάλων ὕπο Παρνησοῖο. οἳ μὲν ἐπὶ πρῆξιν καὶ χρήματα νηὶ μελαίνῃ ἐς Πύλον ἠμαθόεντα Πυλοιγενέας τ᾽ ἀνθρώπους ἔπλεον· αὐτὰρ ὃ τοῖσι συνήντετο Φοῖβος Ἀπόλλων· ἐν πόντῳ δ᾽ ἐπόρουσε δέμας δελφῖνι ἐοικὼς 400 νηὶ θοῇ καὶ κεῖτο πέλωρ μέγα τε δεινόν τε· τῶν δ᾽ οὔτις κατὰ θυμὸν ἐπεφράσαθ᾽ ὥστε νοῆσαι[1] [ἐκβάλλειν δ᾽ ἔθελον δελφῖν᾽· ὁ δὲ νῆα μέλαιναν[2]] 402a πάντοσ᾽ ἀνασσείσασκε, τίνασσε δὲ νήια δοῦρα. οἳ δ᾽ ἀκέων ἐνὶ νηὶ καθήατο δειμαίνοντες· οὐδ᾽ οἵ γ᾽ ὅπλ᾽ ἔλυον κοίλην ἀνὰ νῆα μέλαιναν, 405 οὐδ᾽ ἔλυον λαῖφος νηὸς κυανοπρώροιο, ἀλλ᾽ ὡς τὰ πρώτιστα κατεστήσαντο βοεῦσιν, ὣς ἔπλεον· κραιπνὸς δὲ Νότος κατόπισθεν ἔπειγε νῆα θοήν· πρῶτον δὲ παρημείβοντο Μάλειαν, πὰρ δὲ Λακωνίδα γαῖαν ἁλιστέφανον πτολίεθρον 410 ἷξον καὶ χῶρον τερψιμβρότου Ἠελίοιο, Ταίναρον, ἔνθα τε μῆλα βαθύτριχα βόσκεται αἰεὶ Ἠελίοιο ἄνακτος, ἔχει δ᾽ ἐπιτερπέα χῶρον. οἳ μὲν ἄρ᾽ ἔνθ᾽ ἔθελον νῆα σχεῖν ἠδ᾽ ἀποβάντες
352