THE HOMERIC HYMNS
ἡνίκ᾽ ἄρα[1] Κρονίδης ἐρικυδέα γείνατ᾽ Ἀθήνην ἐν κορυφῇ· ἣ δ᾽ αἶψα χολώσατο πότνια Ἥρη ἠδὲ καὶ ἀγρομένοισι μετ᾽ ἀθανάτοισιν ἔειπε· 310 Κέκλυτέ μευ, πάντες τε θεοὶ πᾶσαί τε θέαιναι, ὡς ἔμ᾽ ἀτιμάζειν ἄρχει νεφεληγερέτα Ζεὺς πρῶτος, ἐπεί μ᾽ ἄλοχον ποιήσατο κέδν᾽ εἰδυῖαν· καὶ νῦν νόσφιν ἐμεῖο τέκε γλαυκῶπιν Ἀθήνην, ἣ πᾶσιν μακάρεσσι μεταπρέπει ἀθανάτοισιν· 315 αὐτὰρ ὅ γ᾽ ἠπεδανὸς γέγονεν μετὰ πᾶσι θεοῖσι παῖς ἐμὸς Ἥφαιστος, ῥικνὸς πόδας, ὃν τέκον αὐτή· [αἶσχος ἐμοὶ καὶ ὄνειδος ἐν οὐρανῷ ὅντε καὶ αὐτή[2]] 317a ῥῖψ᾽ ἀνὰ χερσὶν ἑλοῦσα καὶ ἔμβαλον εὐρέι πόντῳ· ἀλλά ἑ Νηρῆος θυγάτηρ Θέτις ἀργυρόπεζα δέξατο καὶ μετὰ ᾗσι κασιγνήτῃσι κόμισσεν. 320 ὡς ὄφελ᾽ ἄλλο θεοῖσι χαρίζεσθαι μακάρεσσι. σχέτλιε, ποικιλομῆτα, τί νῦν μητίσεαι ἄλλο; πῶς ἔτλης οἶος τεκέειν γλαυκῶπιν Ἀθήνην; οὐκ ἂν ἐγὼ τεκόμην; καὶ σὴ κεκλημένη ἔμπης ἦα ῥ᾽[3] ἐν ἀθανάτοισιν, οἳ οὐρανὸν εὐρὺν ἔχουσι. 325 φράζεο νῦν μή τοί τι κακὸν μητίσομ᾽ ὀπίσσω. 325a καὶ νῦν μέντοι ἐγὼ τεχνήσομαι, ὥς κε γένηται παῖς ἐμός, ὅς κε θεοῖσι μεταπρέποι ἀθανάτοισιν, οὔτε σὸν αἰσχύνασ᾽ ἱερὸν λέχος οὔτ᾽ ἐμὸν αὐτῆς. οὐδέ τοι εἰς εὐνὴν πωλήσομαι, ἀλλ᾽ ἀπὸ σεῖο τηλόθ᾽ ἐοῦσα[4] θεοῖσι μετέσσομαι ἀθανάτοισιν. 320 Ὣς εἰποῦσ᾽ ἀπὸ νόσφι θεῶν κίε χωομένη κῆρ. αὐτίκ᾽ ἔπειτ᾽ ἠρᾶτο βοῶπις πότνια Ἥρη, χειρὶ καταπρηνεῖ δ᾽ ἔλασε χθόνα καὶ φάτο μῦθον·
346