THE HOMERIC HYMNS
Πιερίην μὲν πρῶτον ἀπ᾽ Οὐλύμποιο κατῆλθες· Λέκτον τ᾽ ἠμαθοέντα παρέστιχες ἠδ᾽ Ἐνιῆνας[1] καὶ διὰ Περραιβούς· τάχα δ᾽ εἰς Ἰαωλκὸν ἵκανες, Κηναίου τ᾽ ἐπέβης ναυσικλειτῆς Εὐβοίης. στῆς δ᾽ ἐπὶ Ληλάντῳ πεδίῳ· τό τοι οὐχ ἅδε θυμῷ 220 τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα. ἔνθεν δ᾽ Εὔριπον διαβάς, ἑκατηβόλ᾽ Ἄπολλον, βῆς ἄν᾽ ὄρος ζάθεον, χλωρόν· τάχα δ᾽ ἷξες ἀπ᾽ αὐτοῦ ἐς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην. Θήβης δ᾽ εἰσαφίκανες ἕδος καταειμένον ὕλῃ· 225 οὐ γάρ πώ τις ἔναιε βροτῶν ἱερῇ ἐνὶ Θήβῃ, οὐδ᾽ ἄρα πω τότε γ᾽ ἦσαν ἀταρπιτοὶ οὐδὲ κέλευθοι Θήβης ἂμ πεδίον πυρηφόρον, ἀλλ᾽ ἔχεν ὕλη. Ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλ᾽ Ἄπολλον, Ὀγχηστὸν δ᾽ ἷξες, Ποσιδήιον ἀγλαὸν ἄλσος· 230 ἔνθα νεοδμὴς πῶλος ἀναπνέει ἀχθόμενός περ ἕλκων ἅρματα καλά· χαμαὶ δ᾽ ἐλατὴρ ἀγαθός περ ἐκ δίφροιο θορὼν ὁδὸν ἔρχεται· οἳ δὲ τέως μὲν κείν᾽ ὄχεα κροτέουσι ἀνακτορίην ἀφιέντες. εἰ δέ κεν ἅρματ᾽ ἀγῇσιν ἐν ἄλσεϊ δενδρήεντι, 235 ἵππους μὲν κομέουσι, τὰ δὲ κλίναντες ἐῶσιν· ὣς γὰρ τὰ πρώτισθ᾽ ὁσίη γένεθ᾽· οἳ δὲ ἄνακτι εὔχονται, δίφρον δὲ θεοῦ τότε μοῖρα φυλάσσει. Ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλ᾽ Ἄπολλον· Κηφισσὸν δ᾽ ἄρ᾽ ἔπειτα κιχήσαο καλλιρέεθρον, 240 ὅς τε Λιλαίηθεν προχέει καλλίρροον ὕδωρ. τὸν διαβάς, Ἑκάεργε, καὶ Ὠκαλέην πολύπυργον ἔνθεν ἄρ᾽ εἰς Ἁλίαρτον ἀφίκεο ποιήεντα. Βῆς δ᾽ ἐπὶ Τελφούσης· τόθι τοι ἅδε χῶρος ἀπήμων τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα· 245 στῆς δὲ μάλ᾽ ἄγχ᾽ αὐτῆς καὶ μιν πρὸς μῦθον ἔειπες·
340