THE HOMERIC HYMNS
αὐτίκα δ᾽ ἀθανάτοισι μέλει κίθαρις καὶ ἀοιδή· Μοῦσαι μέν θ᾽ ἅμα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ ὑμνεῦσίν ῥα θεῶν δῶρ᾽ ἄμβροτα ἠδ᾽ ἀνθρώπων 190 τλημοσύνας, ὅσ᾽ ἔχοντες ὑπ᾽ ἀθανάτοισι θεοῖσι ζώουσ᾽ ἀφραδέες καὶ ἀμήχανοι, οὐδὲ δύνανται εὑρέμεναι θανάτοιό τ᾽ ἄκος καὶ γήραος ἄλκαρ· αὐτὰρ ἐυπλόκαμοι Χάριτες καὶ ἐύφρονες Ὧραι Ἁρμονίη θ᾽ Ἥβη τε Διὸς θυγάτηρ τ᾽ Ἀφροδίτη 195 ὀρχεῦντ᾽ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι· τῇσι μὲν οὔτ᾽ αἰσχρὴ μεταμέλπεται οὔτ᾽ ἐλάχεια, ἀλλὰ μάλα μεγάλη τε ἰδεῖν καὶ εἶδος ἀγητή, Ἄρτεμις ἰοχέαιρα ὁμότροφος Ἀπόλλωνι. ἐν δ᾽ αὖ τῇσιν Ἄρης καὶ ἐύσκοπος Ἀργειφόντης 200 παίζουσ᾽· αὐτὰρ ὁ Φοῖβος Ἀπόλλων ἐγκιθαρίζει καλὰ καὶ ὕψι βιβάς· αἴγλη δέ μιν ἀμφιφαείνει μαρμαρυγαί τε ποδῶν καὶ ἐυκλώστοιο χιτῶνος. οἳ δ᾽ ἐπιτέρπονται θυμὸν μέγαν εἰσορόωντες Λητώ τε χρυσοπλόκαμος καὶ μητίετα Ζεὺς 205 υἷα φίλον παίζοντα μετ᾽ ἀθανάτοισι θεοῖσι. Πῶς τ᾽ ἄρ σ᾽ ὑμνήσω πάντως εὔυμνον ἐόντα; ἠέ σ᾽ ἐνὶ μνηστῆρσιν[1] ἀείδω καὶ φιλότητι, ὅππως μνωόμενος[2] ἔκιες Ἀζαντίδα κούρην Ἴσχυ᾽ ἅμ᾽ ἀντιθέῳ Ἐλατιονίδη εὐίππῳ; 210 ἢ ἅμα Θόρβαντι Τριοπέῳ[3] γένος, ἢ ἅμ᾽ Ἐρευθεῖ; ἢ ἅμα Λευκίππῳ καὶ Λευκίπποιο δάμαρτι * * * * πεζός, ὃ δ᾽ ἵπποισιν· οὐ μὴν Τρίοπός γ᾽ ἐνέλειπεν. ἢ ὡς τὸ πρῶτον χρηστήριον ἀνθρώποισι ζητεύων κατὰ γαῖαν ἔβης, ἑκατηβόλ᾽ Ἄπολλον; 215
338