THE HOMERIC HYMNS
[δωσέμεν, ἅς κ᾽ ἐθέλῃσθα] μετ᾽ ἀθανάτοισι θεοῖσι.[1] [νεῦσε δέ σοι κούρην ἔτεος π]εριτελλομένοιο [τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠ]ερόεντα, [τὰς δὲ δύω παρὰ σοί τε καὶ ἄλλοις] ἀθανάτοισιν. 465 [ὣς ἄρ᾽ ἔφη τελέ]εσθαι· ἑῷ δ᾽ ἐπένευσε κάρητι. [ἀλλ᾽ ἴθι, τέκνον] ἐμόν, καὶ πείθεο, μηδέ τι λίην ἀ[ζηχὲς μεν]έαινε κελαινεφέι Κρονίωνι. α[ἶψα δὲ κα]ρπὸν ἄεξε φερέσβιον ἀνθρώποισιν. Ὣ[ς ἔφατ᾽. οὐ]δ᾽ ἀπίθησεν ἐυστέφανος Δημήτηρ· 470 αἶψα δὲ καρπὸν ἀνῆκεν ἀρουράων ἐριβώλων· πᾶσα δὲ φύλλοισίν τε καὶ ἄνθεσιν εὐρεῖα χθὼν ἔβρισ᾽· ἣ δὲ κιοῦσα θεμιστοπόλοις βασιλεῦσι δεῖξεν Τριπτολέμῳ τε Διοκλεῖ τε πληξίππῳ Εὐμόλπου τε βίῃ Κελεῷ θ᾽ ἡγήτορι λαῶν 475 δρησμοσύνην θ᾽ ἱερῶν καὶ ἐπέφραδεν ὄργια πᾶσι, Τριπτολέμῳ τε Πολυξείνῳ, ἐπὶ τοῖς δὲ Διοκλεῖ σεμνά, τά τ᾽ οὔπως ἔστι παρεξίμεν οὔτε πυθέσθαι οὔτ᾽ ἀχέειν· μέγα γάρ τι θεῶν σέβας ἰσχάνει αὐδήν. ὄλβιος, ὃς τάδ᾽ ὄπωπεν ἐπιχθονίων ἀνθρώπων· 480 ὃς δ᾽ ἀτελὴς ἱερῶν ὅς τ᾽ ἄμμορος, οὔποθ᾽ ὁμοίων αἶσαν ἔχει φθίμενός περ ὑπὸ ζόφῳ ἠερόεντι. Αὐτὰρ ἐπειδὴ πάνθ᾽ ὑπεθήκατο δῖα θεάων, βάν ῥ᾽ ἴμεν Οὔλυμπόνδε θεῶν μεθ᾽ ὁμήγυριν ἄλλων. ἔνθα δὲ ναιετάουσι παραὶ Διὶ τερπικεραύνῳ 485 σεμναί τ᾽ αἰδοῖαι τε· μέγ᾽ ὄλβιος, ὅν τιν᾽ ἐκεῖναι προφρονέως φίλωνται ἐπιχθονίων ἀνθρώπων· αἶψα δέ οἱ πέμπουσιν ἐφέστιον ἐς μέγα δῶμα Πλοῦτον, ὃς ἀνθρώποις ἄφενος θνητοῖσι δίδωσιν.
322