THE HOMERIC HYMNS
Αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο δείματι παλλόμεναι, ἅμα δ᾽ ἠοῖ φαινομένηφιν εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο, ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ. 295 αὐτὰρ ὅ γ᾽ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν ἤνωγ᾽ ἠυκόμῳ Δημήτερι πίονα νηὸν ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ. οἳ δὲ μάλ᾽ αἶψ᾽ ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος, τεῦχον δ᾽, ὡς ἐπέτελλ᾽. ὃ δ᾽ ἀέξετο δαίμονι ἶσος.[1] 300 Αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο, βάν ῥ᾽ ἴμεν οἴκαδ᾽ ἕκαστος· ἀτὰρ ξανθὴ Δημήτηρ ἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντων μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός. αἰνότατον δ᾽ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν 305 ποίησ᾽ ἀνθρώποις καὶ κύντατον· οὐδέ τι γαῖα σπέρμ᾽ ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ· πολλὰ δὲ καμπύλ᾽ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις· πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ· καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων 310 λιμοῦ ὑπ᾽ ἀργαλέης, γεράων τ᾽ ἐρικυδέα τιμὴν καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματ᾽ ἔχοντας, εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τ᾽ ἐφράσσατο θυμῷ. Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι Δήμητρ᾽ ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν. 315 ὣς ἔφαθ᾽· ἣ δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν. ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης, εὗρεν δ᾽ ἐν νηῷ Δημήτερα κυανόπεπλον καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα· 320
310