THE HOMERIC HYMNS
εἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν, ἀλλά σε δέξονται· δὴ γὰρ θεοείκελός ἐσσι. εἰ δ᾽ ἐθέλεις, ἐπίμεινον, ἵνα πρὸς δώματα πατρὸς 160 ἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃ εἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ σ᾽ ἀνώγῃ ἡμέτερόνδ᾽ ἰέναι μηδ᾽ ἄλλων δώματ᾽ ἐρευνᾶν. τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε. 165 εἰ τόν γ᾽ ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο, ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη. Ὣς ἔφαθ᾽· ἣ δ᾽ ἐπένευσε καρήατι· ταὶ δὲ φαεινὰ πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι. 170 ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶ ἔννεπον, ὡς εἶδόν τε καὶ ἔκλυον. ἣ δὲ μάλ᾽ ὦκα ἐλθούσας ἐκέλευε καλεῖν ἐπ᾽ ἀπείρονι μισθῷ. αἳ δ᾽ ὥστ᾽ ἢ ἔλαφοι ἢ πόρτιες εἴαρος ὥρῃ ἅλλοντ᾽ ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ, 175 ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων ἤιξαν κοίλην κατ᾽ ἀμαξιτόν· ἀμφὶ δὲ χαῖται ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι. τέτμον δ᾽ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ κάλλιπον· αὐτὰρ ἔπειτα φίλου[1] πρὸς δώματα πατρὸς 180 ἡγεῦνθ᾽· ἣ δ᾽ ἄρ᾽ ὄπισθε φίλον τετιημένη ἦτορ στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη· ἀμφὶ δὲ πέπλος κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν. Αἶψα δὲ δώμαθ᾽ ἵκοντο διοτρεφέος Κελεοῖο, βὰν δὲ δι᾽ αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρ 185
300