THE HOMERIC HYMNS
λάθρη δ᾽ ὁρμηθεῖσα δι᾽ ἠπείροιο μελαίνης 130 φεύγου ὑπερφιάλους σημάντορας, ὄφρα κε μή με ἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς. οὕτω δεῦρ᾽ ἱκόμην ἀλαλημένη, οὐδέ τι οἶδα, ἥ τις δὴ γαῖ᾽ ἐστι καὶ οἵ τινες ἐγγεγάασιν. ἀλλ᾽ ὑμῖν μὲν πάντες Ὀλύμπια δώματ᾽ ἔχοντες 135 δοῖεν κουριδίους ἄνδρας, καὶ τέκνα τεκέσθαι, ὡς ἐθέλουσι τοκῆες· ἐμὲ δ᾽ αὖτ᾽ οἰκτείρατε, κοῦραι. [τοῦτο δέ μοι σαφέως ὑποθήκατε, ὄφρα πύθωμαι,[1]] 137a προφρονέως, φίλα τέκνα, τέων πρὸς δώμαθ᾽ ἵκωμαι ἀνέρος ἠδὲ γυναικός, ἵνα σφίσιν ἐργάζωμαι πρόφρων, οἷα γυναικὸς ἀφήλικος ἔργα τέτυκται· 140 καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων δεσπόσυνον καί κ᾽ ἔργα διδασκήσαιμι γυναῖκας. Φῆ ῥα θεά· τὴν δ᾽ αὐτίκ᾽ ἀμείβετο παρθένος ἀδμής, 145 Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη· Μαῖα, θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ τέτλαμεν ἄνθρωποι· δὴ γὰρ πολὺ φέρτεροί εἰσι. ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδ᾽ ὀνομήνω ἀνέρας οἷσιν ἔπεστι μέγα κράτος ἐνθάδε τιμῆς 150 δήμου τε προὔχουσιν ἰδὲ κρήδεμνα πόληος εἰρύαται βουλῇσι καὶ ἰθείῃσι δίκῃσιν· ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλου ἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιο καὶ Δολίχου καὶ πατρὸς ἀγήνορος ἡμετέροιο, 155 τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι· τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴν
298