THE HOMERIC HYMNS
I ΕΙΣ ΔΙΩΝΥΣΟΝ[1]
* * * * οἳ μὲν γὰρ Δρακάνῳ σ᾽, οἳ δ᾽ Ἰκάρῳ ἠνεμοέσσῃ φάσ᾽, οἳ δ᾽ ἐν Νάξῳ, δῖον γένος, εἰραφιῶτα, οἳ δέ σ᾽ ἐπ᾽ Ἀλφειῷ ποταμῷ βαθυδινήεντι κυσαμένην Σεμέλην τεκέειν Διὶ τερπικεραύνῳ· ἄλλοι δ᾽ ἐν Θήβῃσιν, ἄναξ, σε λέγουσι γενέσθαι, 5 ψευδόμενοι· σὲ δ᾽ ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε πολλὸν ἀπ᾽ ἀνθρώπων, κρύπτων λευκώλενον Ἥρην. ἔστι δέ τις Νύση, ὕπατον ὄρος, ἀνθέον ὕλῃ, τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων, * * * * καί οἱ ἀναστήσουσιν ἀγάλματα πόλλ᾽ ἐνὶ νηοῖς. 10 ὣς δὲ τὰ μὲν τρία, σοὶ πάντως τριετηρίσιν αἰεὶ ἄνθρωποι ῥέξουσι τεληέσσας ἑκατόμβας. Ἦ καὶ κυανέῃσιν ἐπ᾽ ὀφρύσι νεῦσε Κρονίων· ἀμβρόσιαι δ᾽ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπ᾽ ἀθανάτοιο· μέγαν δ᾽ ἐλέλιξεν Ὄλυμπον. 15
286