HESIOD
{| align="center"
|-
|
τῇ ἰκέλη ὡς εἴ τε μάχην ἐθέλουσα κορύσσειν,
ἔγχος ἔχουσ᾽ ἐν χερσὶν ἰδὲ χρυσέην τρυφάλειαν
αἰγίδα τ᾽ ἀμφ᾽ ὤμοις· ἐπὶ δ᾽ ᾤχετο φύλοπιν αἰνήν. 200
Ἐν δ᾽ ἦν ἀθανάτων ἱερὸς χορός· ἐν δ᾽ ἄρα μέσσῳ
ἱμερόεν κιθάριζε Διὸς καὶ Λητοῦς υἱὸς
χρυσείῃ φόρμιγγι· [θεῶν δ᾽ ἕδος ἁγνὸς Ὄλυμπος·
ἐν δ᾽ ἀγορή, περὶ δ᾽ ὄλβος ἀπείριτος ἐστεφάνωτο
ἀθανάτων ἐν ἀγῶνι·[1]] θεαὶ δ᾽ ἐξῆρχον ἀοιδῆς 205
Μοῦσαι Πιερίδες, λιγὺ μελπομένῃς ἐικυῖαι.
Ἐν δὲ λιμὴν ἐύορμος ἀμαιμακέτοιο θαλάσσης
κυκλοτερὴς ἐτέτυκτο πανέφθου κασσιτέροιο
κλυζομένῳ ἴκελος· [πολλοί γε μὲν ἂμ μέσον αὐτοῦ
δελφῖνες τῇ καὶ τῇ ἐθύνεον ἰχθυάοντες 210
νηχομένοις ἴκελοι·[2]] δοιὼ δ᾽ ἀναφυσιόωντες
ἀργύρεοι δελφῖνες ἐθοινῶντ᾽[3] ἔλλοπας ἰχθῦς.
τῶν δ᾽ ὕπο χάλκειοι τρέον ἰχθύες· αὐτὰρ ἐπ᾽ ἀκταῖς
ἧστο ἀνὴρ ἁλιεὺς δεδοκημένος· εἶχε δὲ χερσὶν
ἰχθύσιν ἀμφίβληστρον ἀπορρίψοντι ἐοικώς. 215
Ἐν δ᾽ ἦν ἠυκόμου Δανάης τέκος, ἱππότα Περσεύς,
οὔτ᾽ ἄρ᾽ ἐπιψαύων σάκεος ποσὶν οὔθ᾽ ἑκὰς αὐτοῦ,
θαῦμα μέγα φράσσασθ᾽, ἐπεὶ οὐδαμῇ ἐστήρικτο.
τὼς γάρ μιν παλάμαις τεῦξεν κλυτὸς Ἀμφιγυήεις
χρύσεον· ἀμφὶ δὲ ποσσὶν ἔχεν πτερόεντα πέδιλα. 220
ὤμοισιν δέ μιν ἀμφὶ μελάνδετον ἆορ ἔκειτο
χαλκέου ἐκ τελαμῶνος· ὃ δ᾽ ὥς τε νόημ᾽ ἐποτᾶτο·
|}
234