< Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu
This page has been proofread, but needs to be validated.

HESIOD

{| align="center"

|-

|

76.

Plutarch, Theseus 20.πολλοὶ δὲ λόγοι ...
περὶ τῆς Ἀριάδνης ... ἀπολειφθῆναι δὲ τοῦ
Θησέως ἐρῶντος ἑτέρας·—
δεινὸς γάρ μιν ἔτειρεν ἔρως Πανοπηίδος Αἴγλης.
τοῦτο γὰρ τὸ ἔπος ἐκ τῶν Ἡσιόδου Πεισίστρατον
ἐξελεῖν φησιν Ἡρέας ὁ Μεγαρεύς.


Athenaeus,[1] xiii. 557 A.Ἡσίοδος δέ φησιν καὶ
Ἵππην καὶ Αἴγλην (τὸν Θησέα νομίμως γῆμαι).

77.

Strabo, ix. p. 393.Κυχρείδης ὄφις· ὅν φησιν
Ἡσίοδος τραφέντα ὑπὸ Κυχρέως ἐξελαθῆναι ὑπὸ
Εὐρυλόχου λυμαινόμενον τὴν νῆσον, ὑποδέξασθαι
δὲ αὐτὸν τὴν Δήμητρα εἰς Ἐλευσῖνα καὶ γενέσθαι
ταύτης ἀμφίπολον.

78.

Argument I. to the Shield of Heracles.
Ἀπολλώνιος δὲ ὁ Ῥόδιος ... φησὶν αὐτοῦ (Ἡσιόδου)
εἶναι ἔκ τε τοῦ χαρακτῆρος καὶ ἐκ τοῦ πάλιν τὸν
Ἰόλαον ἐν τῷ Καταλόγῳ εὑρίσκειν ἠνιοχοῦντα
Ἡρακλεῖ.

79.

Schol. on Soph. Trach. 266.
ἣ δ᾽ ὑποκυσαμένη καλλίζωνος Στρατονίκη
Ἔυρυτον ἐν μεγάροισιν ἐγείνατο φίλτατον υἱόν·
τοῦ δ᾽ υἱεῖς ἐγένοντο Διδαίων τε Κλυτίος τε
Τοξεύς τ᾽ ἀντίθεος ἰδὲ Ἴφιτος, ὄζος Ἄρηος·
τοὺς δὲ μέθ᾽ ὁπλοτάτην τέκετο ξανθὴν Ἰόλειαν 5
Ἀντιόπη κρείουσα παλαιοῦ Ναυβολίδαο.

|}

  1. Of Naucratis. His Deipnosophistae ("Dons at Dinner") is an encylopaedia of miscellaneous topics in the form of a dialogue. His date is c. 230 A.D.

206

This article is issued from Wikisource. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.