< Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu
This page has been proofread, but needs to be validated.

HESIOD

{| align="center"

|-

|

βῆ ὑπὲρ Ὠγυλίου πόντου διὰ κῦμα κελαι[νὸν
Τυνδαρέου ποτί δῶμα δαίφρονος ὄφρα [ἴδοιτο
Ἀ]ρ[γείην] Ἑλένην, μήδ' ἄλλος
[1] οἷ κατά[γοιτο
κούρην, τῆς κ]λέα πᾶσαν ἐπὶ χθόνα δῖαν ἵκανεν.
Ἵκετο δ' ἐνν]εσίῃ Ζηνὸς μέγα [μηδομένοιο 75

(Thirteen lines lost.)

Τυνδάρεος δὲ ἄναξ, ὅποσοι] κ[ίον] εἵνεκα κούρης,
οὔτ' ἀπέπεμψεν ἑκὼν[ οὔτ' [αὖθ'] ἕλε [δῶρο]ν ἑκά[στου·  90
πάντας δὲ μνηστῆρας ἀπῄτεεν ὅρκ[ια πιστὰ
ὀμνύμεναί τ' ἐκελευσε καὶ [ἄκρη]τῳ ἀ[ρά]ασθαι
σπονδῇ, μή τιν' ἔτ' ἄλλον ἄνευ ἕθεν ἄλλα π[ένεσθαι
ἀμφὶ γάμῳ κούρης εὐ[ω]λ[ένου· ὃ]ς δέ κε̣ν ἀνδρῶ̣ν
αὐτὸς ἔλοιτο βίῃ νέμεσίν τ' ἀποθεῖτο καὶ αἰδῶ, 95
τὸν μέτα πάντας ἄνωγεν ἀολλέας ὁρμηθῆναι
ποινὴν τισόμενους. τοὶ δ' ἀπτερέως ἐπίθοντο
ἐλπόμενοι τελέειν πάντες γάμον· ἀλλ' ἅ[μα πάντας
Ἀτρείδης [νίκησε]ν ἀρηίφιλος Μενέλαος
πλεῖστα πορών· Χείρων δ' ἐνὶ Πηλίῳ ὑλήεντι 100
Πηλείδην ἐκόμιζε πόδας ταχὺν ἔξοχον ἀνδρῶν,
παῖδ' ἔτ' ἐόντ'· οὐ γάρ κεν ἀρηίφιλος Μενέλαος
νίκησ' οὐδέ τις ἄλλος ἐπιχθονίων ἀνθρώπων
μνηστεύων Ἑλένην, εἴ μιν κίχε παρθένον οὖσαν
οἴκαδε νοστήσας ἐκ Πηλίου ὠκὺς Ἀχιλλεύς. 105
ἀλλ' ἄρα τὴν πρίν γ' ἔσχεν ἀρηίφιλος Μενέλαος.

B

Ἣ τέκεν Ἑρμιόνην καλλίσφυρον ἐν μεγάροισιν
ἄελπτον· πάντες δὲ θεοὶ δίχα θυμὸν ἔθεντο
ἐξ ἔριδος· δὴ γὰρ τότε μήδετο θέσκελα ἔργα

|}

  1. αλλος αἰον ακ. . . . . Papyrus.

198

This article is issued from Wikisource. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.