HESIOD
{| align="center"
|-
|
Πάτροκλον ἡ παλαιὰ ἱστορία καὶ συγγενῆ τῷ
Ἀχιλλεῖ παραδίδωσι λέηουσα, ὅτι Ἡσίοδός φησι
Μενοίτιον, τὸν Πατρόκλου πατέρα, Πηλέως εἶναι
ἀδελφόν, ὡς εἶναι αὐτανεψίους οὕτως ἀμφοτέρους
ἀλλήλοις.
62.
Scholiast on Pindar, Ol. x. 83. τινὲς γράφουσι
Σῆρος Ἁλιρροθίου, οὗ μέμνηται Ἡσίοδος—
ἦ τοι ὃ μὲν Σῆρον καὶ Ἀλάζυγον, υἱέας ἐσθλούς.
ἦν δὲ ὁ Σῆρος τοῦ Ἁλιρροθίου τοῦ Περιήρους καὶ
Ἀλκυόνης.
63.
Pausanias[1] ii. 26. 7. οὗτος ὁ χρησμὸς δηλοῖ
μάλιστα οὐκ ὄντα Ἀσκληπιὸν Ἀρσινόης, ἀλλὰ
Ἡσίοδον ἢ τῶν τινα ἐμπεποιηκότων εἰς τὰ
Ἡσιόδου, τὰ ἔπη συνθέντα εἰς τὴν Μεσσηνίων χάριν.
Scholiast on Pindar, Pyth. iii. 14. οἱ μὲν
Ἀρσινόης, οἱ δὲ Κορωνίδος φασὶν αὐτὸν εἶναι.
Ἀσκληπιάδης δέ φησι τὴν Ἀρσινόην Λευκίππου
εἶναι τοῦ Περιήρους, ἦς καὶ Ἀπόλλωνος
Ἀσκληπιὸς καὶ θυγάτηρ Ἐριῶπις·
ἣ δ' ἔτεκ' ἐν μεγάροις Ἀσκληπιόν, ὄρχαμον ἀνδρῶν
Φοίβῳ ὑποδμηθεῖσα. εὐπλόκαμόν τ' Ἐριῶπιν.[2]
καὶ †Ἀρσινόης ὁμοίως.
Ἀρσινόη δὲ μιγεῖσα Διὸς καὶ Λητόος υἱῷ
τίκτ' Ἀσκληπιὸν υἱὸν ἀμύμονά τε κρατερόν τε.[2]
|}
188