HESIOD
{| align="center"
|-
|
Λοισθοτάτην δ’ Ἥρην θαλερὴν ποιήσατ’ ἄκοιτιν·
ἡ δ’ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτε
μιχθεῖσ’ ἐν φιλότητι θεῶν βασιλῆι καὶ ἀνδρῶν.
Αὐτὸς δ’ ἐκ κεφαλῆς γλαυκώπιδα Τριτογένειαν
δεινὴν ἐγρεκύδοιμον ἀγέστρατον ἀτρυτώνην, 925
πότνιαν, ᾗ κέλαδοί τε ἅδον πόλεμοί τε μάχαι τε,
Ἥρη δ’ Ἥφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσα
γείνατο, καὶ ζαμένησε καὶ ἤρισεν ᾧ παρακοίτῃ,
ἐκ πάντων τέχνῃσι κεκασμένον Οὐρανιώνων·
< Ἥρη δὲ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ.[1] 929a
ἐκ ταύτης δ’ ἔριδος ᾗ μὲν τέκε φαίδιμον υἱὸν
Ἥφαιστον, φιλότητος ἄτερ[2] Διὸς αἰγιόχοιο,
ἐκ πάντων παλάμῃσι κεκασμένον Οὐρανιώνων·
αὐτὰρ ὅ γ’ Ὠκεανοῦ καὶ Τηθύος ἠυκόμοιο
κούρῃ νοσφ’ Ἥρης παρελέξατο καλλιπαρήῳ,
* * * *
ἐξαπαφὼν Μῆτιν καίπερ πολυδήνε᾽ ἐοῦσαν.
συμμάρψας δ᾽ ὅ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδὺν
δείσας, μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ.
τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
κάππιεν ἐξαπίνης· ἣ δ᾽ αὐτίκα Παλλάδ᾽ Ἀθήνην
κύσατο· τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε
πὰρ κορυφὴν Τρίτωνος ἐπ᾽ ὄχθῃσιν ποταμοῖο.
Μῆτις δ᾽ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα
ἧστο, Ἀθηναίης μήτηρ, τέκταινα δικαίων
πλεῖστα θεῶν τε ἰδυῖα καταθνητῶν τ᾽ ἀνθρώπων,
ἔνθα θεὰ παρέδεκτο ὅθεν[3] παλάμαις περὶ πάντων
|}
146