< Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu
This page has been proofread, but needs to be validated.

HESIOD

{| align="center"

|-

|

τήκεται ἐν χθονὶ δίῃ ὑφ’ Ἡφαίστου παλάμῃσιν.
ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο.
ῥῖψε δέ μιν θυμῷ ἀκαχὼν ἐς Τάρταρον εὐρύν.
Ἐκ δὲ Τυφωέος ἔστ’ ἀνέμων μένος ὑγρὸν ἀέντων,
νόσφι Νότου Βορέω τε καὶ ἀργεστέω Ζεφύροιο· 870
οἵ γε μὲν ἐκ θεόφιν γενεήν, θνητοῖς μέγ’ ὄνειαρ.
αἱ δ’ ἄλλαι μὰψ αὖραι ἐπιπνείουσι θάλασσαν·
αἳ δή τοι πίπτουσαι ἐς ἠεροειδέα πόντον,
πῆμα μέγα θνητοῖσι, κακῇ θυίουσιν ἀέλλῃ·
ἄλλοτε δ’ ἄλλαι ἄεισι διασκιδνᾶσί τε νῆας 875
ναύτας τε φθείρουσι· κακοῦ δ’ οὐ γίνεται ἀλκὴ
ἀνδράσιν, οἳ κείνῃσι συνάντωνται κατὰ πόντον.
αἱ δ’ αὖ καὶ κατὰ γαῖαν ἀπείριτον ἀνθεμόεσσαν
ἔργ’ ἐρατὰ φθείρουσι χαμαιγενέων ἀνθρώπων,
πιμπλεῖσαι κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ. 880
Αὐτὰρ ἐπεί ῥα πόνον μάκαρες θεοὶ ἐξετέλεσσαν,
Τιτήνεσσι δὲ τιμάων κρίναντο βίηφι,
δή ῥα τότ’ ὤτρυνον βασιλευέμεν ἠδὲ ἀνάσσειν
Γαίης φραδμοσύνῃσιν Ὀλύμπιον εὐρύοπα Ζῆν
ἀθανάτων· ὁ δὲ τοῖσιν ἐὰς διεδάσσατο τιμάς. 885

Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτιν,
πλεῖστα θεῶν εἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων.
ἀλλ’ ὅτε δὴ ἄρ’
[1] ἔμελλε θεὰν γλαυκῶπιν Ἀθήνην
τέξεσθαι, τότ’ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας
αἱμυλίοισι λόγοισιν ἑὴν ἐσκάτθετο νηδύν, 890
Γαίης φραδμοσύνῃσι καὶ Οὐρανοῦ ἀστερόεντος.

|}

  1. Fick : δή ῥα, DGHI : δή ῥ’, EF : δή ῥ’ ἤμελλε, KL.

142

This article is issued from Wikisource. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.