HESIOD
{| align="center"
|-
|
ἔξοχ᾽ ἀεξομένοιο βροτήσια ἔργα πένεσθαι·
ἑνδεκάτη δὲ δυωδεκάτη τ᾽, ἄμφω γε μὲν ἐσθλαί,
ἠμὲν ὄις πείκειν ἠδ᾽ εὔφρονα καρπὸν ἀμᾶσθαι· 775
ἡ δὲ δυωδεκάτη τῆς ἑνδεκάτης μέγ᾽ ἀμείνων·
τῇ γάρ τοι νῇ νήματ᾽ ἀερσιπότητος ἀράχνης
ἤματος ἐκ πλείου, ὅτε ἴδρις σωρὸν ἀμᾶται·
τῇ δ᾽ ἱστὸν στήσαιτο γυνὴ προβάλοιτό τε ἔργον.
Μηνὸς δ᾽ ἱσταμένου τρισκαιδεκάτην ἀλέασθαι 780
σπέρματος ἄρξασθαι· φυτὰ δ᾽ ἐνθρέψασθαι ἀρίστη.
Ἕκτη δ᾽ ἡ μέσση μάλ᾽ ἀσύμφορός ἐστι φυτοῖσιν,
ἀνδρογόνος δ᾽ ἀγαθή· κούρῃ δ᾽ οὐ σύμφορός ἐστιν,
οὔτε γενέσθαι πρῶτ᾽ οὔτ᾽ ἂρ γάμου ἀντιβολῆσαι.
οὐδὲ μὲν ἡ πρώτη ἕκτη κούρῃ γε[1] γενέσθαι 785
ἄρμενος, ἀλλ᾽ ἐρίφους τάμνειν καὶ πώεα μήλων
σηκόν τ᾽ ἀμφιβαλεῖν ποιμνήιον ἤπιον ἦμαρ·
ἐσθλὴ δ᾽ ἀνδρογόνος· φιλέοι δ᾽ ὅ γε[2] κέρτομα βάζειν
ψεύδεά θ᾽ αἱμυλίους τε λόγους κρυφίους τ᾽ ὀαρισμούς.
Μηνὸς δ᾽ ὀγδοάτῃ κάπρον καὶ βοῦν ἐρίμυκον 790
ταμνέμεν, οὐρῆας δὲ δυωδεκάτῃ ταλαεργούς.
Εἰκάδι δ᾽ ἐν μεγάλῃ, πλέῳ ἤματι, ἵστορα φῶτα
γείνασθαι· μάλα γάρ τε νόον πεπυκασμένος ἐστίν.
ἐσθλὴ δ᾽ ἀνδρογόνος δεκάτη, κούρῃ δέ τε τετρὰς
μέσση· τῇ δέ τε μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς 795
καὶ κύνα καρχαρόδοντα καὶ οὐρῆας ταλαεργοὺς
πρηΰνειν ἐπὶ χεῖρα τιθείς. πεφύλαξο δὲ θυμῷ
|}
60