< Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu
This page has been proofread, but needs to be validated.

CONTEST OF HOMER AND HESIOD

{| align="center"

|-

|

ἀποτυχὼν τῆς νίκης περιερχόμενος ἔλεγε τὰ
ποιήματα, πρῶτον μὲν τὴν Θηβαίδα ἔπη ,ζ, ἧς
ἡ ἀρχή·
324Ἄργος ἄειδε, θεά, πολυδίψιον, ἔνθεν ἄνακτες·
εἶτα Ἐπιγόνους, ἔπη ,ζ, ὧν ἡ ἀρχή·
νῦν αὖθʼ ὁπλοτέρων ἀνδρῶν ἀρχώμεθα, Μοῦσαι

φασὶ γάρ τινες καὶ ταῦτα Ὁμήρου εἷναι.
ἀκούσαντες δὲ τῶν ἐπῶν οἱ Μίδου τοῦ βασιλέως
παῖδες, Ξάνθος καὶ Γόργος, παρακαλοῦσιν αὐτὸν
ἐπίγραμμα ποιῆσαι ἐπὶ τοῦ τάφου τοῦ πατρὸς
αὐτῶν, ἐφʼ οὗ ἦν παρθένος χαλκῆ τὸν Μίδου
θάνατον οἰκτιζομένη. καὶ ποιεῖ οὕτως·
Χαλκῆ παρθένος εἰμί, Μίδεω δʼ ἐπὶ σήματος ἧμαι.
ἔστʼ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ
καὶ ποταμοὶ πλήθωσι, περικλύζῃ δὲ θάλασσα,
ἠέλιος δʼ ἀνιὼν φαίνῃ λαμπρά τε σελήνη,
αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐπὶ τύμβῳ
σημανέω παριοῦσι, Μίδης ὅτι τῇδε τέθαπται.

Λαβὼν δὲ παρʼ αὐτῶν φιάλην ἀργυρᾶν ἀνατίθησιν
ἐν Δελφοῖς τῷ Ἀπόλλωνι, ἐπιγράψας·
Φοῖβε ἄναξ, δῶρόν τοι Ὅμηρος καλὸν ἔδωκα
σῇσιν ἐπιφροσύναις· σὺ δέ μοι κλέος αἰὲν ὀπάζοις.

Μετὰ δὲ ταῦτα ποιεῖ τὴν Ὀδύσσειαν, ἔπη Μ,β΄,
πεποιηκὼς ἤδη τὴν Ἰλιάδα ἐπῶν Μ,εφ΄.
παραγενόμενον δὲ ἐκεῖθεν εἰς Ἀθήνας αὐτὸν ξενισθῆναί
φασι παρὰ Μέδοντι τῷ βασιλεῖ τῶν Ἀθηναίων.
ἐν δὲ τῷ βουλευτηρίῳ ψύχους ὄντος καὶ πυρὸς

|}

590

This article is issued from Wikisource. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.