< Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu
This page has been proofread, but needs to be validated.

CONTEST OF HOMER AND HESIOD

{| align="center"

|-

|

Ῥηθέντων δὲ καὶ τούτων, οἱ μὲν Ἕλληνες πάντες
τὸν Ὅμηρον ἐκέλευον στεφανοῦν, ὁ δὲ βασιλεὺς
Πανείδης ἐκέλευσεν ἕκαστον τὸ κάλλιστον ἐκ τῶν
ἰδίων ποιημάτων εἰπεῖν. Ἡσίοδος οὖν ἔφη πρῶτος·
Πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων
ἄρχεσθʼ ἀμήτου, ἀρότοιό τε δυσομενάων·
αἳ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα
κεκρύφαται, αὖτις δὲ περιπλομένου ἐνιαυτοῦ
φαίνονται, τὰ πρῶτα χαρασσομένοιο σιδήρου.
οὗτός τοι πεδίων πέλεται νόμος, οἵ τε θαλάσσης
ἐγγύθι ναιετάουσʼ, οἵ τʼ ἄγκεα βησσήεντα
πόντου κυμαίνοντος ἀπόπροθι, πίονα χῶρον
ναίουσιν· γυμνὸν σπείρειν, γυμνὸν δὲ βοωτεῖν
γυμνόν τʼ ἀμάειν, ὅταν ὥρια πάντα πέλωνται.
Μεθʼ ὃν Ὅμηρος·
Ἀμφὶ δʼ ἄρʼ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες
καρτεραί, ἃς οὔτʼ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν
οὔτε κʼ Ἀθηναίη λαοσσόος. οἱ γὰρ ἄριστοι
κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον
φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ·
322ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ,
ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
νευόντων· ὥς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν.
ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι
μακραῖς, ἃς εἶχον ταμεσίχροας. ὄσσε δʼ ἄμερδεν
αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων
θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν
ἐρχομένων ἄμυδις. μάλα κεν θρασυκάρδιος εἴη
ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδʼ ἀκάχοιτο.

|}

584

This article is issued from Wikisource. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.