< Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu
This page has been proofread, but needs to be validated.

BATTLE OF FROGS AND MICE

{| align="center"

|-

|

Ὣς ἄρ’ ἔφη· Κρονίδης δ’ ἔβαλε ψολόεντα κεραυνὸν  285
πρῶτα μὲν ἐβρόντησε, μέγαν δ’ ἐλέλιξεν Ὄλυμπον,
αὐτὰρ ἔπειτα κεραυνὸν, δειμαλέον Διὸς ὅπλον,
ἧκ’ ἐπιδινήσας· ὁ δ’ ἄρ’ ἔπτατο χειρὸς ἄνακτος.
πάντας μέν ῥ’ ἐφόβησε βαλὼν ἐπὶ τούσδε [κεραυνόν·]
ἀλλ’ οὐδ’ ὣς ἀπέληγε μυῶν στράτος, ἀλλ’ ἔτι μᾶλλον 290
ἔλπετο πορθήσειν βατράχων γένος αἰχμητάων,
εἰ μὴ ἀπ’ Οὐλύμπου βατράχους ᾤκτειρε Κρονίων,
ὅς ῥα τότ’ ἐν βατράχοισιν ἀρωγοὺς εὐθὺς ἔπεμψεν.
Ἦλθον δ’ ἐξαίφνης νωτάκμονες, ἀγκυλοχῆλαι,
λοξοβάται, στρεβλοί, ψαλιδόστομοι, ὀστρακόδερμοι, 295
ὀστοφυεῖς, πλατύνωτοι, ἀποστίλβοντες ἐν ὤμοίς,
βλαισοί, χειλοτένοντες, ἀπὸ στέρνων ἐσορῶντες,
ὀκτάποδες, δικέραιοι, ἀτειρέες, οἱ δὲ καλεῦνται
καρκίνοι, οἵ ῥα μυῶν οὐρὰς στομάτεσσιν ἔκοπτον
ἠδὲ πόδας καὶ χεῖρας· ἀνεγνάμπτοντο δὲ λόγχαι. 300
τοὺς δὴ ὑπέδδεισαν πάντες μύες, οὐδ’ ἔτ’ ἔμειναν,
ἐς δὲ φυγὴν ἐτράποντο· ἐδύσετο δ’ ἥλιος ἤδη,
καὶ πολέμου τελετὴ μονοημέρου ἐξετελέσθη.

|}

562

This article is issued from Wikisource. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.