< Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu
This page has been proofread, but needs to be validated.

THE EPIC CYCLE

ΘΗΒΑΙΣ

1.

Contest of Homer and Hesiod.ὁ δὲ Ὅμηρος ...
περιεχόμενος ἔλεγε τὰ ποιήματα, πρῶτον μὲν
τὴν Θηβαίδα, ἔπη ,ζ, ἧς ἡ ἀρχή
Ἄργος ἄειδε θεά πολυδίψιον ἔνθεν ἄνακτες.

2.

Athenaeus, xi. 465 E.
αὐτὰρ ὁ διογενὴς ἥρως ξανθός Πολυνείκης
πρῶτα μὲν Οἰδιπόδῃ καλὴν παρέθηκε τράπεζαν
ἀργυρέην Κάδμοιο θεόφρονος· αὐτὰρ ἔπειτα
χρύσεον ἔμπλησεν καλὸν δέπας ἡδέος οἴνου.
αὐτὰρ ὅ γ᾿ ὡς φράσθη παρακείμενα πατρὸς ἑοῖο
τιμήεντα γέρα, μέγα οἱ κακὸν ἔμπεσε θυμῷ.
αἶψα δὲ παισὶν ἑοῖσι μετ᾿ ἀμφοτέροισιν ἐπαράς
ἀργαλέας ἠρᾶτο· θεῶν δ᾿ οὐ λανθάν᾿ ἐρινύν.
ὡς οὔ οἱ πατρώι᾿ ἐν ἠθείῃ φιλότητι
δάσσαοντ', ἀμφότεροισι δ' ἀεὶ πόλεμοί τε μάχαι τε ...

3.

Schol. Laur. on Soph. O.C. 1375.
ἰσχίον ὡς ἐνόησε χαμαὶ βάλε εἶπέ τε μῦθον·
ὤμοι ἐγώ, παῖδες μὲν ὀνειδείοντες ἔπεμψαν
****
εὖκτο Διὶ βασιλῆι καὶ ἄλλοις ἀθανάτοισι
χερσὶν ὕπ᾿ ἄλλήλων καταβήμεναι Ἄϊδος εἴσω.

4.

Paus. viii. 25. 8.Ἄδραστος ἔφευγεν ἐκ Θηβῶν
εἵματα λυγρὰ φέρων σὺν Ἀρείονι κυανοχαίτῃ.

484

This article is issued from Wikisource. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.