< Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu
This page has been proofread, but needs to be validated.

ΕΠΙΚΟΥ ΚΥΚΛΟΥ ΛΕΙΨΑΝΑ

ΤΙΤΑΝΟΜΑΧΙΑ

1.

Photius, Epitome of the Chrestomathy of Proclus.
Ἄρχεται μὲν (ὁ ἐπικὸς κύκλος) ἐκ τῆς Οὐρανοῦ
καὶ Γῆς μυθολογουμένης μίξεως, ἐξ ἧς αὐτῷ καὶ
τρεῖς παῖδας ἐκατοντάχειρας καὶ τρεῖς γεννῶσι
Κύκλωπας.

2.

Anecdota Oxon. (Cramer) i. 75.Αἰθέρος δ' υἱὸς
Οὐρανός, ὡς ὁ τὴν Τιτανομαχίαν γράψας.

3.

Schol. on Ap. Rhod. i. 1165.Εὔμηλος .... τὸν
Αἰγαίωνα Γῆς καὶ Πόντου φησὶ παῖδα, κατοικοῦντα
δὲ ἐν τῇ θαλάσσῃ τοῖς Τιτᾶσι συμμαχεῖν.

4.

Athenaeus, vii. 277 D.ὁ τὴν Τιτανομαχίαν
ποιήσας εἴτ' Εὔμηλος ἐστιν Κορίνθιος ἢ
Ἀρκτῖνος .... ἐν τῷ δευτέρῳ οὕτως εἴρηκεν·
ἐν δ' αὐτῇ πλωτοὶ χρυσώπιδες ἰχθύες ἑλλόι
νήχοντες παίζουσι δι' ὕδατος ἀμβροσίοιο.

5.

Athenaeus, i. 22 C.Εὔμηλος ... τὸν Δία
ὀρχούμενόν που παράγει λέγων·
μεσσοῖσιν δ' ὀρχεῖτο πατὴρ ἀνδρῶν τε θεῶν τε.

480

This article is issued from Wikisource. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.