THE HOMERIC HYMNS
φοιτῶσαι πύκα ποσσὶν ἐπὶ κρήνῃ μελανύδρῳ μέλπονται· 20 κορυφὴν δὲ περιστένει οὔρεος Ἠχώ· δαίμων δ᾽ ἔνθα καὶ ἔνθα χορῶν, τοτὲ δ᾽ ἐς μέσον ἕρπων, πυκνὰ ποσὶν διέπει, λαῖφος δ᾽ ἐπὶ νῶτα δαφοινὸν λυγκὸς ἔχει, λιγυρῇσιν ἀγαλλόμενος φρένα μολπαῖς ἐν μαλακῷ λειμῶνι, τόθι κρόκος ἠδ᾽ ὑάκινθος 25 εὐώδης θαλέθων καταμίσγεται ἄκριτα ποίῃ. Ὑμνεῦσιν δὲ θεοὺς μάκαρας καὶ μακρὸν Ὄλυμπον· οἷόν θ᾽ Ἑρμείην ἐριούνιον ἔξοχον ἄλλων ἔννεπον, ὡς ὅ γ᾽ ἅπασι θεοῖς θοὸς ἄγγελός ἐστι, καί ῥ᾽ ὅ γ᾽ ἐς Ἀρκαδίην πολυπίδακα, μητέρα μήλων, 30 ἐξίκετ᾽, ἔνθα τέ οἱ τέμενος Κυλληνίου ἐστίν. ἔνθ᾽ ὅ γε καὶ θεὸς ὢν ψαφαρότριχα μῆλ᾽ ἐνόμευεν ἀνδρὶ πάρα θνητῷ θάλε γὰρ πόθος ὑγρὸς ἐπελθὼν νύμφῃ ἐυπλοκάμῳ Δρύοπος φιλότητι μιγῆναι· ἐκ δ᾽ ἐτέλεσσε γάμον θαλερόν. τέκε δ᾽ ἐν μεγάροισιν 35 Ἑρμείῃ φίλον υἱόν, ἄφαρ τερατωπὸν ἰδέσθαι, αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ἡδυγέλωτα· φεῦγε δ᾽ ἀναΐξασα, λίπεν δ᾽ ἄρα παῖδα τιθήνη δεῖσε γάρ, ὡς ἴδεν ὄψιν ἀμείλιχον, ἠυγένειον. τὸν δ᾽ αἶψ᾽ Ἑρμείας ἐριούνιος εἰς χέρα θῆκε 40 δεξάμενος, χαῖρεν δὲ νόῳ περιώσια δαίμων. ῥίμφα δ᾽ ἐς ἀθανάτων ἕδρας κίε παῖδα καλύψας δέρμασιν ἐν πυκινοῖσιν ὀρεσκῴοιο λαγωοῦ πὰρ δὲ Ζηνὶ κάθιζε καὶ ἄλλοις ἀθανάτοισι, δεῖξε δὲ κοῦρον ἑόν· πάντες δ᾽ ἄρα θυμὸν ἔτερφθεν 45
444