THE HOMERIC HYMNS
οἳ δέ κε τοι χρυσόν τε ἅλις ἐσθῆτά θ᾽ ὑφαντὴν πέμψουσιν· σὺ δὲ πολλὰ καὶ ἀγλαὰ δέχθαι ἄποινα. ταῦτα δὲ ποιήσας δαίνυ γάμον ἱμερόεντα, 141 τίμιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν. Ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ. Ἀγχίσην δ᾽ ἔρος εἷλεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν· Εἰ μὲν θνητή τ᾽ ἐσσι, γυνὴ δέ σε γείνατο μήτηρ, 145 Ὀτρεὺς δ᾽ ἐστὶ πατὴρ ὀνομακλυτός, ὡς ἀγορεύεις, ἀθανάτου δὲ ἕκητι διακτόρου ἐνθάδ᾽ ἱκάνεις Ἑρμέω, ἐμὴ δ᾽ ἄλοχος κεκλήσεαι ἤματα πάντα· οὔ τις ἔπειτα θεῶν οὔτε θνητῶν ἀνθρώπων ἐνθάδε με σχήσει, πρὶν σῇ φιλότητι μιγῆναι 150 αὐτίκα νῦν· οὐδ᾽ εἴ κεν ἑκηβόλος αὐτὸς Ἀπόλλων τόξου ἀπ᾽ ἀργυρέου προΐῃ βέλεα στονόεντα. βουλοίμην κεν ἔπειτα, γύναι ἐικυῖα θεῇσι, σῆς εὐνῆς ἐπιβὰς δῦναι δόμον Ἄιδος εἴσω. Ὣς εἰπὼν λάβε χεῖρα· φιλομμειδὴς δ᾽ Ἀφροδίτη ἕρπε μεταστρεφθεῖσα κατ᾽ ὄμματα καλὰ βαλοῦσα 156 ἐς λέχος εὔστρωτον, ὅθι περ πάρος ἔσκεν ἄνακτι χλαίνῃσιν μαλακῇς ἐστρωμένον· αὐτὰρ ὕπερθεν ἄρκτων δέρματ᾽ ἔκειτο βαρυφθόγγων τε λεόντων, τοὺς αὐτὸς κατέπεφνεν ἐν οὔρεσιν ὑψηλοῖσιν. 160 οἳ δ᾽ ἐπεὶ οὖν λεχέων εὐποιήτων ἐπέβησαν, κόσμον μέν οἱ πρῶτον ἀπὸ χροὸς εἷλε φαεινόν, πόρπας τε γναμπτάς θ᾽ ἕλικας κάλυκάς τε καὶ ὅρμους. λῦσε δέ οἱ ζώνην ἰδὲ εἵματα σιγαλόεντα ἔκδυε καὶ κατέθηκεν ἐπὶ θρόνου ἀργυροήλου 165 Ἀγχίσης· ὃ δ᾽ ἔπειτα θεῶν ἰότητι καὶ αἴσῃ ἀθανάτῃ παρέλεκτο θεᾷ βροτός, οὐ σάφα εἰδώς. Ἦμος δ᾽ ἂψ εἰς αὖλιν ἀποκλίνουσι νομῆες βοῦς τε καὶ ἴφια μῆλα νομῶν ἐξ ἀνθεμοέντων·
416