THE HOMERIC HYMNS
πότνιαν, ἣν ἐμνῶντο Ποσειδάων καὶ Ἀπόλλων· ἣ δὲ μάλ᾿ οὐκ ἔθελεν, ἀλλὰ στερεῶς ἀπέειπεν, 25 ὤμοσε δὲ μέγαν ὅρκον, ὃ δὴ τετελεσμένος ἐστίν, ἁψαμένη κεφαλῆς πατρὸς Διὸς αἰγιόχοιο, παρθένος ἔσσεσθαι πάντ᾿ ἤματα δῖα θεάων τῆι δὲ πατὴρ Ζεὺς δῶκε καλὸν γέρας ἀντὶ γάμοιο, καί τε μέσωι οἴκωι κατ᾿ ἄρ᾿ ἕζετο πῖαρ ἑλοῦσα, 30 πᾶσιν δ᾿ ἐν νηοῖσι θεῶν τιμάοχός ἐστι καὶ παρὰ πᾶσι βροτοῖσι θεῶν πρέσβειρα τέτυκται. Τάων οὐ δύναται πεπιθεῖν φρένας οὐδ᾿ ἀπατῆσαι· τῶν δ᾿ ἄλλων οὔ πέρ τι πεφυγμένον ἔστ᾿ Ἀφροδίτην οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων. 35 καί τε παρὲκ Ζηνὸς νόον ἤγαγε τερπικεραύνου, ὅστε μέγιστός τ᾽ ἐστὶ μεγίστης τ᾽ ἔμμορε τιμῆς. καί τε τοῦ, εὖτ᾽ ἐθέλοι, πυκινὰς φρένας ἐξαπαφοῦσα ῥηιδίως συνέμιξε καταθνητῇσι γυναιξίν, Ἥρης ἐκλελαθοῦσα, κασιγνήτης ἀλόχου τε, 40 ἣ μέγα εἶδος ἀρίστη ἐν ἀθανάτῃσι θεῇσι. κυδίστην δ᾽ ἄρα μιν τέκετο Κρόνος ἀγκυλομήτης μήτηρ τε Ῥείη· Ζεὺς δ᾽ ἄφθιτα μήδεα εἰδὼς αἰδοίην ἄλοχον ποιήσατο κέδν᾽ εἰδυῖαν. Τῇ δὲ καὶ αὐτῇ Ζεὺς γλυκὺν ἵμερον ἔμβαλε θυμῷ ἀνδρὶ καταθνητῷ μιχθήμεναι, ὄφρα τάχιστα 46 μηδ᾽ αὐτὴ βροτέης εὐνῆς ἀποεργμένη εἴη, καί ποτ᾽ ἐπευξαμένη εἴπῃ μετὰ πᾶσι θεοῖσιν ἡδὺ γελοιήσασα, φιλομμειδὴς Ἀφροδίτη, ὤς ῥα θεοὺς συνέμιξε καταθνητῇσι γυναιξί, 50 καί τε καταθνητοὺς υἱεῖς τέκον ἀθανάτοισιν, ὥς τε θεὰς ἀνέμιξε καταθνητοῖς ἀνθρώποις.
408