THE HOMERIC HYMNS
μαντείην δέ, φέριστε, διοτρεφές, ἣν ἐρεείνεις, οὔτε σὲ θέσφατόν ἐστι δαήμεναι οὔτε τιν᾽ ἄλλον ἀθανάτων· τὸ γὰρ οἶδε Διὸς νόος: αὐτὰρ ἐγώ γε 535 πιστωθεὶς κατένευσα καὶ ὤμοσα καρτερὸν ὅρκον, μή τινα νόσφιν ἐμεῖο θεῶν αἰειγενετάων ἄλλον γ᾽ εἴσεσθαι Ζηνὸς πυκινόφρονα βουλήν. καὶ σύ, κασίγνητε χρυσόρραπι, μή με κέλευε θέσφατα πιφαύσκειν, ὅσα μήδεται εὐρύοπα Ζεύς. 540 ἀνθρώπων δ᾽ ἄλλον δηλήσομαι, ἄλλον ὀνήσω, πολλὰ περιτροπέων ἀμεγάρτων φῦλ᾽ ἀνθρώπων. καὶ μὲν ἐμῆς ὀμφῆς ἀπονήσεται, ὅς τις ἂν ἔλθῃ φωνῇ καὶ πτερύγεσσι τεληέντων οἰωνῶν· οὗτος ἐμῆς ὀμφῆς ἀπονήσεται, οὐδ᾽ ἀπατήσω. 545 ὃς δέ κε μαψιλόγοισι πιθήσας οἰωνοῖσι μαντείην ἐθέλῃσι παρὲκ νόον ἐξερεείνειν ἡμετέρην, νοέειν δὲ θεῶν πλέον αἰὲν ἐόντων, φήμ᾽, ἁλίην ὁδὸν εἶσιν. ἐγὼ δέ κε δῶρα δεχοίμην ἄλλο δέ τοι ἐρέω, Μαίης ἐρικυδέος υἱὲ 550 καὶ Διὸς αἰγιόχοιο, θεῶν ἐριούνιε δαῖμον· σεμναὶ γὰρ τινες εἰσί, κασίγνηται γεγαυῖαι, παρθένοι, ὠκείῃσιν ἀγαλλόμεναι πτερύγεσσι, τρεῖς· κατὰ δὲ κρατὸς πεπαλαγμέναι ἄλφιτα λευκά, οἰκία ναιετάουσιν ὑπὸ πτυχὶ Παρνησοῖο, 555 μαντείης ἀπάνευθε διδάσκαλοι, ἣν ἐπὶ βουσὶ παῖς ἔτ᾽ ἐὼν μελέτησα· πατὴρ δ᾽ ἐμὸς οὐκ ἀλέγιζεν, ἐντεῦθεν δὴ ἔπειτα ποτώμεναι ἄλλοτε ἄλλη κηρία βόσκονται καὶ τε κραίνουσιν ἕκαστα.
402