THE HOMERIC HYMNS
ἐγκρύψαι μεμαώς· Λητοῦς δ᾽ ἐρικυδέος υἱὸν ῥεῖα μάλ᾽ ἐπρήυνεν ἑκηβόλον, ὡς ἔθελ᾽ αὐτός, καὶ κρατερόν περ ἐόντα· λαβὼν δ᾽ ἐπ᾽ ἀριστερὰ χειρὸς πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δ᾽ ὑπὸ χειρὸς σμερδαλέον κονάβησε· γέλασσε δὲ Φοῖβος Ἀπόλλων γηθήσας, ἐρατὴ δὲ διὰ φρένας ἤλυθ᾽ ἰωὴ 421 θεσπεσίης ἐνοπῆς καὶ μιν γλυκὺς ἵμερος ᾕρει θυμῷ ἀκουάζοντα· λύρῃ δ᾽ ἐρατὸν κιθαρίζων στῆ ῥ᾽ ὅ γε θαρσήσας ἐπ᾽ ἀριστερὰ Μαιάδος υἱὸς Φοίβου Ἀπόλλωνος· τάχα δὲ λιγέως κιθαρίζων 425 γηρύετ᾽ ἀμβολάδην—ἐρατὴ δέ οἱ ἕσπετο φωνή— κραίνων ἀθανάτους τε θεοὺς καὶ γαῖαν ἐρεμνήν, ὡς τὰ πρῶτα γένοντο καὶ ὡς λάχε μοῖραν ἕκαστος. Μνημοσύνην μὲν πρῶτα θεῶν ἐγέραιρεν ἀοιδῇ, μητέρα Μουσάων· ἣ γὰρ λάχε Μαιάδος υἱόν· 430 τοὺς δὲ κατὰ πρέσβιν τε καὶ ὡς γεγάασιν ἕκαστος ἀθανάτους ἐγέραιρε θεοὺς Διὸς ἀγλαὸς υἱός, πάντ᾽ ἐνέπων κατὰ κόσμον, ἐπωλένιον κιθαρίζων. τὸν δ᾽ ἔρος ἐν στήθεσσιν ἀμήχανος αἴνυτο θυμόν, καὶ μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· 435 Βουφόνε, μηχανιῶτα, πονεύμενε, δαιτὸς ἑταῖρε, πεντήκοντα βοῶν ἀντάξια ταῦτα μέμηλας. ἡσυχίως καὶ ἔπειτα διακρινέεσθαι ὀίω· νῦν δ᾽ ἄγε μοι τόδε εἰπέ, πολύτροπε Μαιάδος υἱέ, ἦ σοί γ᾽ ἐκ γενετῆς τάδ᾽ ἅμ᾽ ἕσπετο θαυματὰ ἔργα 440 ἠέ τις ἀθανάτων ἠὲ θνητῶν ἀνθρώπων δῶρον ἀγαυὸν ἔδωκε καὶ ἔφρασε θέσπιν ἀοιδήν; θαυμασίην γὰρ τήνδε νεήφατον ὄσσαν ἀκούω, ἣν οὐ πώ ποτέ φημι δαήμεναι οὔτε τιν᾽ ἀνδρῶν οὔτε τιν᾽ ἀθανάτων, οἳ Ὀλύμπια δώματ᾽ ἔχουσι, 445 νόσφι σέθεν, φηλῆτα, Διὸς καὶ Μαιάδος υἱέ.
394