THE HOMERIC HYMNS
κυάνεος· χαροποὶ δὲ κύνες κατόπισθεν ἕποντο τέσσαρες, ἠύτε φῶτες, ὁμόφρονες· οἳ μὲν ἔλειφθεν, 195 οἵ τε κύνες ὅ τε ταῦρος· ὃ δὴ περὶ θαῦμα τέτυκται· ταὶ δ᾽ ἔβαν ἠελίοιο νέον καταδυομένοιο ἐκ μαλακοῦ λειμῶνος ἀπὸ γλυκεροῖο νομοῖο. ταῦτά μοι εἰπέ, γεραιὲ παλαιγενές, εἴ που ὄπωπας ἀνέρα ταῖσδ᾽ ἐπὶ βουσὶ διαπρήσσοντα κέλευθον. 200 Τὸν δ᾽ ὁ γέρων μύθοισιν ἀμειβόμενος προσέειπεν· ὦ φίλος, ἀργαλέον μέν, ὅσ᾽ ὀφθαλμοῖσιν ἴδοιτο, πάντα λέγειν· πολλοὶ γὰρ ὁδὸν πρήσσουσιν ὁδῖται, τῶν οἳ μὲν κακὰ πολλὰ μεμαότες, οἳ δὲ μάλ᾽ ἐσθλὰ φοιτῶσιν· χαλεπὸν δὲ δαήμεναί ἐστιν ἕκαστον· 205 αὐτὰρ ἐγὼ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ἔσκαπτον περὶ γουνὸν ἀλωῆς οἰνοπέδοιο· παῖδα δ᾽ ἔδοξα, φέριστε, σαφὲς δ᾽ οὐκ οἶδα, νοῆσαι, ὅς τις ὁ παῖς, ἅμα βουσὶν ἐυκραίρῃσιν ὀπήδει νήπιος, εἶχε δὲ ῥάβδον· ἐπιστροφάδην δ᾽ ἐβάδιζεν. 210 ἐξοπίσω δ᾽ ἀνέεργε, κάρη δ᾽ ἔχεν ἀντίον αὐτῷ. Φῆ ῥ᾽ ὁ γέρων· ὃ δὲ θᾶσσον ὁδὸν κίε μῦθον ἀκούσας· οἰωνὸν δ᾽ ἐνόει τανυσίπτερον, αὐτίκα δ᾽ ἔγνω φηλητὴν γεγαῶτα Διὸς παῖδα Κρονίωνος. ἐσσυμένως δ᾽ ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων 215 ἐς Πύλον ἠγαθέην διζήμενος εἰλίποδας βοῦς, πορφυρέῃ νεφέλῃ κεκαλυμμένος εὐρέας ὤμουσ᾽ ἴχνιά τ᾽ εἰσενόησεν Ἑκηβόλος εἶπέ τε μῦθον· Ὦ πόποι, ἦ μέγα θαῦμα τόδ᾽ ὀφθαλμοῖσιν ὁρῶμαι· ἴχνια μὲν τάδε γ᾽ ἐστὶ βοῶν ὀρθοκραιράων, 220 ἀλλὰ πάλιν τέτραπται ἐς ἀσφοδελὸν λειμῶνα· βήματα δ᾽ οὔτ᾽ ἀνδρὸς τάδε γίγνεται οὔτε γυναικὸς
378