THE HOMERIC HYMNS
Τοὺς δ᾽ ἀπαμειβόμενος προσέφη ἑκάεργος Ἀπόλλων· ξεῖνοι, τοὶ Κνωσὸν πολυδένδρεον ἀμφενεμεσθε 475 τὸ πρίν, ἀτὰρ νῦν οὐκ ἔθ᾽ ὑπότροποι αὖτις ἔσεσθε ἔς τε πόλιν ἐρατὴν καὶ δώματα καλὰ ἕκαστος ἔς τε φίλας ἀλόχους· ἀλλ᾽ ἐνθάδε πίονα νηὸν ἕξετ᾽ ἐμὸν πολλοῖσι τετιμένον ἀνθρώποισιν. εἰμὶ δ᾽ ἐγὼ Διὸς υἱός, Ἀπόλλων δ᾽ εὔχομαι εἶναι· 480 ὑμέας δ᾽ ἤγαγον ἐνθάδ᾽ ὑπὲρ μέγα λαῖμα θαλάσσης, οὔ τι κακὰ φρονέων, ἀλλ᾽ ἐνθάδε πίονα νηὸν ἕξετ᾽ ἐμὸν πᾶσιν μάλα τίμιον ἀνθρώποισι, βουλάς τ᾽ ἀθανάτων εἰδήσετε, τῶν ἰότητι αἰεὶ τιμήσεσθε διαμπερὲς ἤματα πάντα. 485 ἀλλ᾽ ἄγεθ᾽, ὡς ἂν ἐγὼ εἴπω, πείθεσθε τάχιστα· ἱστία μὲν πρῶτον κάθετον λύσαντε βοείας, νῆα δ᾽ ἔπειτα θοὴν μὲν ἐπ᾽ ἠπείρου ἐρύσασθε, ἐκ δὲ κτήμαθ᾽ ἕλεσθε καὶ ἔντεα νηὸς ἐίσης καὶ βωμὸν ποιήσατ᾽ ἐπὶ ῥηγμῖνι θαλάσσης· 490 πῦρ δ᾽ ἐπικαίοντες ἐπί τ᾽ ἄλφιτα λευκὰ θύοντες εὔχεσθαι δὴ ἔπειτα παριστάμενοι περὶ βωμόν. ὡς μὲν ἐγὼ τὸ πρῶτον ἐν ἠεροειδέι πόντῳ εἰδόμενος δελφῖνι θοῆς ἐπὶ νηὸς ὄρουσα, ὣς ἐμοὶ εὔχεσθαι Δελφινίῳ· αὐτὰρ ὁ βωμὸς 495 αὐτὸς Δελφίνιος καὶ ἐπόψιος ἔσσεται αἰεί. δειπνῆσαί τ᾽ ἄρ᾽ ἔπειτα θοῇ παρὰ νηὶ μελαίνῃ καὶ σπεῖσαι μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν. αὐτὰρ ἐπὴν σίτοιο μελίφρονος ἐξ ἔρον ἧσθε, ἔρχεσθαί θ᾽ ἅμ᾽ ἐμοὶ καὶ ἰηπαιήον᾽ ἀείδειν, 500 εἰς ὅ κε χῶρον ἵκησθον, ἵν᾽ ἕξετε πίονα νηόν.
358