THE HOMERIC HYMNS
πᾶσαν δὲ Κρίσην κάτεχεν σέλας· αἳ δ᾽ ὀλόλυξαν 445 Κρισαίων ἄλοχοι καλλίζωνοί τε θύγατρες Φοίβου ὑπὸ ῥιπῆς· μέγα γὰρ δέος ἔμβαλ᾽ ἑκάστῳ. ἔνθεν δ᾽ αὖτ᾽ ἐπὶ νῆα νόημ᾽ ὣς ἆλτο πέτεσθαι, ἀνέρι εἰδόμενος αἰζηῷ τε κρατερῷ τε, πρωθήβῃ, χαίτῃς εἰλυμένος εὐρέας ὤμους· 450 καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· Ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθ᾽ ὑγρὰ κέλευθα; ἤ τι κατὰ πρῆξιν ἢ μαψιδίως ἀλάλησθε οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τ᾽ ἀλόωνται ψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες; 455 τίφθ᾽ οὕτως ἧσθον τετιηότες, οὐδ᾽ ἐπὶ γαῖαν ἐκβῆτ᾽, οὐδὲ καθ᾽ ὅπλα μελαίνης νηὸς ἔθεσθε; αὕτη μέν γε δίκη πέλει ἀνδρῶν ἀλφηστάων, ὁππότ᾽ ἂν ἐκ πόντοιο ποτὶ χθονὶ νηὶ μελαίνῃ ἔλθωσιν καμάτῳ ἀδηκότες, αὐτίκα δέ σφεας 460 σίτοιο γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ. Ὣς φάτο καί σφιν θάρσος ἐνὶ στήθεσσιν ἔθηκε. τὸν καὶ ἀμειβόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα· ξεῖν᾽, ἐπεὶ οὐ μὲν γάρ τι καταθνητοῖσι ἔοικας, οὐ δέμας οὐδὲ φυήν, ἀλλ᾽ ἀθανάτοισι θεοῖσιν, 465 οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν. καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον, ὄφρ᾽ εὖ εἰδῶ· τίς δῆμος; τίς γαῖα; τίνες βροτοὶ ἐγγεγάασιν; ἄλλῃ γὰρ φρονέοντες ἐπεπλέομεν μέγα λαῖτμα ἐς Πύλον ἐκ Κρήτης, ἔνθεν γένος εὐχόμεθ᾽ εἶναι· 470 νῦν δ᾽ ὧδε ξὺν νηὶ κατήλθομεν οὔ τι ἑκόντες, νόστου ἱέμενοι, ἄλλην ὁδόν, ἄλλα κέλευθα· ἀλλά τις ἀθανάτων δεῦρ᾽ ἤγαγεν οὐκ ἐθέλοντας.
356