THE HOMERIC HYMNS
φράσσασθαι μέγα θαῦμα καὶ ὀφθαλμοῖσιν ἰδέσθαι, 415 εἰ μενέει νηὸς γλαφυρῆς δαπέδοισι πέλωρον ἢ εἰς οἶδμ᾽ ἅλιον πολυΐχθυον αὖτις ὀρούσει. ἀλλ᾽ οὐ πηδαλίοισιν ἐπείθετο νηῦς εὐεργής, ἀλλὰ παρὲκ Πελοπόννησον πίειραν ἔχουσα ἤι᾽ ὁδόν· πνοιῇ δὲ ἄναξ ἑκάεργος Ἀπόλλων 420 ῥηιδίως ἴθυν᾽· ἣ δὲ πρήσσουσα κέλευθον Ἀρήνην ἵκανε καὶ Ἀργυφέην ἐρατεινὴν καὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐύκτιτον Αἶπυ καὶ Πύλον ἠμαθόεντα Πυλοιγενέας τ᾽ ἀνθρώπους. βῆ δὲ παρὰ Κπουνοὺς καὶ Χαλκίδα καὶ παρὰ Δύμην 425 ἠδὲ παρ᾽ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί. εὖτε Φερὰς ἐπέβαλλεν, ἀγαλλομένη Διὸς οὔρῳ, καί σφιν ὑπὲκ νεφέων Ἰθάκης τ᾽ ὄρος αἰπὺ πέφαντο Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος. ἀλλ᾽ ὅτε δὴ Πελοπόννησον παρενίσατο πᾶσαν 430 καὶ δὴ ἐπὶ Κρίσης κατεφαίνετο κόλπος ἀπείρων, ὅστε διὲκ Πελοπόννησον πίειραν ἐέργει· ἦλθ᾽ ἄνεμος Ζέφυρος μέγας, αἴθριος, ἐκ Διὸς αἴσης, λάβρος ἐπαιγίζων ἐξ αἰθέρος, ὄφρα τάχιστα νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ. 435 ἄψορροι δὴ ἔπειτα πρὸς ἠῶ τ᾽ ἠέλιόν τε ἔπλεον· ἡγεμόνευε δ᾽ ἄναξ Διὸς υἱὸς Ἀπόλλων· ἷξον δ᾽ ἐς Κρίσην εὐδείελον, ἀμπελόεσσαν, ἐς λιμέν᾽· ἣ δ᾽ ἀμάθοισιν ἐχρίμψατο ποντοπόρος νηῦς. Ἔνθ᾽ ἐκ νηὸς ὄρουσε ἄναξ ἑκάεργος Ἀπόλλων, 440 ἀστέρι εἰδόμενος μέσῳ ἤματι· τοῦ δ᾽ ἀπὸ πολλαὶ σπινθαρίδες πωτῶντο, σέλας δ᾽ εἰς οὐρανὸν ἷκεν· ἐς δ᾽ ἄδυτον κατέδυσε διὰ τριπόδων ἐριτίμων. ἔνθ᾽ ἄρ᾽ ὅ γε φλόγα δαῖε πιφαυσκόμενος τὰ ἃ κῆλα·
354